Comparer
Jean 11:1-16TR1550 1 ἦν δέ τις ἀσθενῶν λάζαρος ἀπὸ βηθανίας ἐκ τῆς κώμης μαρίας καὶ μάρθας τῆς ἀδελφῆς αὐτῆς
TR1550 2 ἦν δὲ μαρία ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς ἡς ὁ ἀδελφὸς λάζαρος ἠσθένει
TR1550 3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι κύριε ἴδε ὃν φιλεῖς ἀσθενεῖ
TR1550 4 ἀκούσας δὲ ὁ ἰησοῦς εἶπεν αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι᾽ αὐτῆς
TR1550 5 ἠγάπα δὲ ὁ ἰησοῦς τὴν μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν λάζαρον
TR1550 6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας
TR1550 7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς ἄγωμεν εἰς τὴν ἰουδαίαν πάλιν
TR1550 8 λέγουσιν αὐτῷ οἱ μαθηταί ῥαββί νῦν ἐζήτουν σε λιθάσαι οἱ ἰουδαῖοι καὶ πάλιν ὑπάγεις ἐκεῖ
TR1550 9 ἀπεκρίθη ὁ ἰησοῦς οὐχὶ δώδεκα εἰσιν ὧραί τῆς ἡμέρας ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει
TR1550 10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί προσκόπτει ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ
TR1550 11 ταῦτα εἶπεν καὶ μετὰ τοῦτο λέγει αὐτοῖς λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν
TR1550 12 εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ, κύριε εἰ κεκοίμηται σωθήσεται
TR1550 13 εἰρήκει δὲ ὁ ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει
TR1550 14 τότε οὖν εἶπεν αὐτοῖς ὁ ἰησοῦς παῤῥησίᾳ λάζαρος ἀπέθανεν
TR1550 15 καὶ χαίρω δι᾽ ὑμᾶς ἵνα πιστεύσητε ὅτι οὐκ ἤμην ἐκεῖ ἀλλ᾽ ἄγωμεν πρὸς αὐτόν
TR1550 16 εἶπεν οὖν θωμᾶς ὁ λεγόμενος δίδυμος τοῖς συμμαθηταῖς ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées