Lueur.org - Un éclairage sur la foi

Comparer

Luc 1:26-38

TR1550 26 ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος γαβριὴλ ὑπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς γαλιλαίας ᾗ ὄνομα ναζαρὲτ

TR1550 27 πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα ἰωσὴφ ἐξ οἴκου δαβίδ καὶ τὸ ὄνομα τῆς παρθένου μαριάμ

TR1550 28 καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπεν χαῖρε κεχαριτωμένη ὁ κύριος μετὰ σοῦ εὐλογημένη σὺ ἐν γυναιξίν

TR1550 29 ἡ δὲ ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος

TR1550 30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ μὴ φοβοῦ μαριάμ εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ

TR1550 31 καὶ ἰδού, συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἰησοῦν

TR1550 32 οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον δαβὶδ τοῦ πατρὸς αὐτοῦ

TR1550 33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος

TR1550 34 εἶπεν δὲ μαριὰμ πρὸς τὸν ἄγγελον πῶς ἔσται τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω

TR1550 35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ

TR1550 36 καὶ ἰδού, ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνείληφυῖα υἱὸν ἐν γήρᾳ αὐτῆς καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ

TR1550 37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ θεῷ πᾶν ῥῆμα

TR1550 38 εἶπεν δὲ μαριάμ ἰδού, ἡ δούλη κυρίου γένοιτό μοι κατὰ τὸ ῥῆμά σου καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées