Lueur.org - Un éclairage sur la foi

Comparer

Luc 6:12-19

TR1550 12 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξηλθεν εἰς τὸ ὄρος προσεύξασθαι καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ

TR1550 13 καὶ ὅτε ἐγένετο ἡμέρα προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ καὶ ἐκλεξάμενος ἀπ᾽ αὐτῶν δώδεκα οὓς καὶ ἀποστόλους ὠνόμασεν

TR1550 14 σίμωνα ὃν καὶ ὠνόμασεν πέτρον καὶ ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ ἰάκωβον καὶ ἰωάννην φίλιππον καὶ βαρθολομαῖον

TR1550 15 ματθαῖον καὶ φωμᾶν ἰάκωβον τὸν τοῦ ἁλφαίου καὶ σίμωνα τὸν καλούμενον ξηλωτὴν

TR1550 16 ἰούδαν ἰακώβου καὶ ἰούδαν ἰσκαριώτην, ὃς καὶ ἐγένετο προδότης

TR1550 17 καὶ καταβὰς μετ᾽ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ καὶ ὄχλος μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ἰουδαίας καὶ ἰερουσαλὴμ καὶ τῆς παραλίου τύρου καὶ σιδῶνος οἵ ἦλθον ἀκοῦσαί αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν,

TR1550 18 καὶ οἳ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο

TR1550 19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ ὅτι δύναμις παρ᾽ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées