Lueur.org - Un éclairage sur la foi

Comparer

Marc 11:1-11

TR1550 1 καὶ ὅτε ἐγγίζουσιν εἰς ἰερουσαλήμ εἰς βηθφαγὴ καὶ βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ

TR1550 2 καὶ λέγει αὐτοῖς ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθὲως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικεν λύσαντες αὐτὸν ἀγάγετε

TR1550 3 καὶ ἐάν τις ὑμῖν εἴπῃ τί ποιεῖτε τοῦτο εἴπατε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει καὶ εὐθὲως αὐτὸν ἀποστελεῖ ὧδε

TR1550 4 ἀπῆλθον δὲ καὶ εὗρον τὸν πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου καὶ λύουσιν αὐτόν

TR1550 5 καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς τί ποιεῖτε λύοντες τὸν πῶλον

TR1550 6 οἱ δὲ εἶπον αὐτοῖς καθὼς ἐνετείλατο ὁ ἰησοῦς καὶ ἀφῆκαν αὐτούς

TR1550 7 καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν ἰησοῦν καὶ ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν καὶ ἐκάθισεν ἐπ᾽ αὐτῷ

TR1550 8 πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν ἄλλοι δὲ στοιβάδας ἔκοπτον ἐκ τῶν δένδρων, καὶ ἐστρώννυον εἰς τὴν ὁδόν

TR1550 9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες, ησαννά εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου

TR1550 10 εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι κυρίου, τοῦ πατρὸς ἡμῶν δαβίδ ησαννὰ ἐν τοῖς ὑψίστοις

TR1550 11 καὶ εἰσῆλθεν εἰς ἱεροσόλυμα ὁ ἰησοῦς, καὶ εἰς τὸ ἱερόν καὶ περιβλεψάμενος πάντα ὀψίας ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς βηθανίαν μετὰ τῶν δώδεκα

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées