Lueur.org - Un éclairage sur la foi

Comparer

Marc 2:1-12

TR1550 1 καὶ πάλιν εἰσῆλθεν εἰς καπερναοὺμ δι᾽ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκον ἐστίν

TR1550 2 καὶ εὐθὲως συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν καὶ ἐλάλει αὐτοῖς τὸν λόγον

TR1550 3 καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες αἰρόμενον ὑπὸ τεσσάρων

TR1550 4 καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατον ἐφ᾽ ὧ ὁ παραλυτικὸς κατέκειτο

TR1550 5 ἰδὼν δὲ ὁ ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ τέκνον ἀφέωνται σοι αἱ ἁμαρτίαι σου

TR1550 6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν

TR1550 7 τί οὗτος οὕτως λαλεῖ βλασφημὶας τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός

TR1550 8 καὶ εὐθὲως ἐπιγνοὺς ὁ ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς εἶπεν αὐτοῖς τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν

TR1550 9 τί ἐστιν εὐκοπώτερον εἰπεῖν τῷ παραλυτικῷ ἀφέωνταί σοί αἱ ἁμαρτίαι ἢ εἰπεῖν ἕγειραι καὶ ἆρον σου τὸν κράββατον καὶ περιπάτει

TR1550 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας λέγει τῷ παραλυτικῷ

TR1550 11 σοὶ λέγω ἔγειραι καὶ ἆρον τὸν κράββατον σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου

TR1550 12 καὶ ἠγέρθη εὐθὲως, καὶ ἄρας τὸν κράββατον ἐξῆλθεν ἐναντίον πάντων ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι οὐδέποτε οὕτως εἴδομεν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées