Comparer
Marc 9:14-29TR1550 14 καὶ ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς
TR1550 15 καὶ εὐθὲως πᾶς ὁ ὄχλος ἰδὼν αὐτὸν ἐξεθαμβήθη, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν
TR1550 16 καὶ ἐπηρώτησεν τοῦς γραμματεῖς, τί συζητεῖτε πρὸς αὐτούς
TR1550 17 καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπεν διδάσκαλε ἤνεγκα τὸν υἱόν μου πρὸς σέ ἔχοντα πνεῦμα ἄλαλον
TR1550 18 καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν καὶ οὐκ ἴσχυσαν
TR1550 19 ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει ὦ γενεὰ ἄπιστος ἕως πότε πρὸς ὑμᾶς ἔσομαι ἕως πότε ἀνέξομαι ὑμῶν φέρετε αὐτὸν πρός με
TR1550 20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν καὶ ἰδὼν αὐτὸν εὐθὲως τὸ πνεῦμα εσπάραξεν αὐτόν καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων
TR1550 21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ ὁ δὲ εἶπεν παιδιόθεν
TR1550 22 καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν ἀλλ᾽ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾽ ἡμᾶς
TR1550 23 ὁ δὲ ἰησοῦς εἶπεν αὐτῷ τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι
TR1550 24 καὶ εὐθὲως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγεν πιστεύω κύριε βοήθει μου τῇ ἀπιστίᾳ
TR1550 25 ἰδὼν δὲ ὁ ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ, τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν ἐγὼ σοι ἐπιτάσσω ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν
TR1550 26 καὶ κράξαν, καὶ πολλὰ σπαράξαν αὐτὸν, ἐξῆλθεν καὶ ἐγένετο ὡσεὶ νεκρός ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν
TR1550 27 ὁ δὲ ἰησοῦς κρατήσας αὐτόν τῆς χειρὸς ἤγειρεν αὐτὸν καὶ ἀνέστη
TR1550 28 καὶ εἰσελθόντα αὐτόν εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό
TR1550 29 καὶ εἶπεν αὐτοῖς τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées