Comparer
Matthieu 16-18Mt 16-18 (Stephanus 1550)
1 καὶ προσελθόντες οἱ φαρισαῖοι καὶ σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς 2 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὀψίας γενομένης λέγετε εὐδία πυῤῥάζει γὰρ ὁ οὐρανός 3 καὶ πρωΐ σήμερον χειμών πυῤῥάζει γὰρ στυγνάζων ὁ οὐρανός ὑποκριταί τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε 4 γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ἰωνᾶ τοῦ προφήτου καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν 5 καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν 6 ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν φαρισαίων καὶ σαδδουκαίων 7 οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι ἄρτους οὐκ ἐλάβομεν 8 γνοὺς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς τί διαλογίζεσθε ἐν ἑαυτοῖς ὀλιγόπιστοι ὅτι ἄρτους οὐκ ἐλάβετε 9 οὔπω νοεῖτε οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε 10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε 11 πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτοῦ εἶπον ὑμῖν προσέχειν ἀπὸ τῆς ζύμης τῶν φαρισαίων καὶ σαδδουκαίων 12 τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης τοῦ ἄρτου ἀλλ᾽ ἀπὸ τῆς διδαχῆς τῶν φαρισαίων καὶ σαδδουκαίων 13 ἐλθὼν δὲ ὁ ἰησοῦς εἰς τὰ μέρη καισαρείας τῆς φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων τίνα με λέγουσιν οἱ ἄνθρωποι εἰναι τὸν υἱὸν τοῦ ἀνθρώπου 14 οἱ δὲ εἰπον οἱ μὲν ἰωάννην τὸν βαπτιστήν ἄλλοι δὲ ἠλίαν ἕτεροι δὲ ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν 15 λέγει αὐτοῖς ὑμεῖς δὲ τίνα με λέγετε εἶναι 16 ἀποκριθεὶς δὲ σίμων πέτρος εἶπεν σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος 17 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτῷ μακάριος εἶ σίμων βαρ ἰωνᾶ ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ᾽ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς 18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς 19 καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς 20 τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ἰησοῦς ὁ χριστός 21 ἀπὸ τότε ἤρξατο ὁ ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς ἱεροσόλυμα καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι 22 καὶ προσλαβόμενος αὐτὸν ὁ πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων Ἵλεώς σοι κύριε οὐ μὴ ἔσται σοι τοῦτο 23 ὁ δὲ στραφεὶς εἶπεν τῷ πέτρῳ ὕπαγε ὀπίσω μου σατανᾶ σκάνδαλον μου εἶ ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων 24 τότε ὁ ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι 25 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν 26 τί γὰρ ὠφελεῖται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ 27 μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ 28 ἀμὴν λέγω ὑμῖν εἰσίν τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦMatthieu 17
1 καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ ἰησοῦς τὸν πέτρον καὶ ἰάκωβον καὶ ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν 2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς 3 καὶ ἰδού ὤφθησαν αὐτοῖς μωσῆς καὶ ἠλίας μετ᾽ αὐτοῦ συλλαλοῦντες 4 ἀποκριθεὶς δὲ ὁ πέτρος εἰπεν τῷ ἰησοῦ κύριε καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι εἰ θέλεις ποιήσωμεν ὧδε τρεῖς σκηνάς σοὶ μίαν καὶ μωσῇ μίαν καὶ μίαν ἠλίᾳ 5 ἔτι αὐτοῦ λαλοῦντος ἰδού νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς καὶ ἰδού φωνὴ ἐκ τῆς νεφέλης λέγουσα οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἐν ᾧ εὐδόκησα αὐτοῦ ἀκούετε 6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα 7 καὶ προσελθὼν ὁ ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν ἐγέρθητε καὶ μὴ φοβεῖσθε 8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν ἰησοῦν μόνον 9 καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ ἰησοῦς λέγων μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ 10 καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι ἠλίαν δεῖ ἐλθεῖν πρῶτον 11 ὁ δὲ ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς ἠλίας μὲν ἔρχεται πρῶτον καὶ ἀποκαταστήσει πάντα 12 λέγω δὲ ὑμῖν ὅτι ἠλίας ἤδη ἦλθεν καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλ᾽ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν 13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς 14 καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτῷ καὶ λέγων 15 κύριε ἐλέησόν μου τὸν υἱόν ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι 17 ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε ἔσομαι μεθ᾽ ὑμῶν ἕως πότε ἀνέξομαι ὑμῶν φέρετέ μοι αὐτὸν ὧδε 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ ἰησοῦς καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης 19 τότε προσελθόντες οἱ μαθηταὶ τῷ ἰησοῦ κατ᾽ ἰδίαν εἶπον διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό 20 ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς διὰ τὴν ἀπιστίαν ὑμῶν ἀμὴν γὰρ λέγω ὑμῖν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβηθι ἔντεῦθεν ἐκεῖ καὶ μεταβήσεται καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν 21 τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ 22 ἀναστρεφομένων δὲ αὐτῶν ἐν τῇ γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ ἰησοῦς μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων 23 καὶ ἀποκτενοῦσιν αὐτόν καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται καὶ ἐλυπήθησαν σφόδρα 24 ἐλθόντων δὲ αὐτῶν εἰς καπερναούμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ πέτρῳ καὶ εἶπον ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα 25 λέγει ναί καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ ἰησοῦς λέγων τί σοι δοκεῖ σίμων οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων 26 λέγει αὐτῷ ὁ πέτρος ἀπὸ τῶν ἀλλοτρίων ἔφη αὐτῷ ὁ ἰησοῦς ἄραγε ἐλεύθεροί εἰσιν οἱ υἱοί 27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦMatthieu 18
1 ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ ἰησοῦ λέγοντες τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν 2 καὶ προσκαλεσάμενος ὁ ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν 3 καὶ εἶπεν ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν 4 ὅστις οὖν ταπεινώσῃ ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν 5 καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται 6 ὃς δ᾽ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης 7 οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ τὸ σκάνδαλον ἔρχεται 8 εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε ἔκκοψον αὐτὰ καὶ βάλε ἀπὸ σοῦ καλόν σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν ἢ κυλλόν ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον 9 καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ καλόν σοι ἐστὶν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός 10 ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσιν τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς 11 ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός 12 τί ὑμῖν δοκεῖ ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν οὐχὶ ἀφεῖς τὰ ἐννενήκονταεννέα ἐπὶ τὰ ὄρη πορευθεὶς ζητεῖ τὸ πλανώμενον 13 καὶ ἐὰν γένηται εὑρεῖν αὐτό ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾽ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐννενηκονταεννέα τοῖς μὴ πεπλανημένοις 14 οὕτως οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται εἲς τῶν μικρῶν τούτων 15 ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου ἐάν σου ἀκούσῃ ἐκέρδησας τὸν ἀδελφόν σου 16 ἐὰν δὲ μὴ ἀκούσῃ παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα 17 ἐὰν δὲ παρακούσῃ αὐτῶν εἰπὲ τῇ ἐκκλησίᾳ ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης 18 ἀμὴν λέγω ὑμῖν ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν τῷ οὐρανῷ 19 πάλιν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς 20 οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν 21 τότε προσελθὼν αὐτῷ ὁ πέτρος εἶπεν κύριε ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ ἕως ἑπτάκις 22 λέγει αὐτῷ ὁ ἰησοῦς οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά 23 διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ 24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχεν καὶ ἀποδοθῆναι 26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων κύριε μακροθύμησον ἐπ᾽ ἐμοί καὶ πάντα σοι ἀποδώσω 27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ 28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων ἀπόδος μοι ὁ τι ὀφείλεις 29 πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εὶς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων μακροθύμησον ἐπ᾽ ἐμοί καὶ πάντα ἀποδώσω σοι 30 ὁ δὲ οὐκ ἤθελεν ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον 31 ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἀυτῶν πάντα τὰ γενόμενα 32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ δοῦλε πονηρέ πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι ἐπεὶ παρεκάλεσάς με 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου ὡς καὶ ἐγώ σὲ ἠλέησα 34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ 35 οὕτως καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶνMt 16-18 (Vulgate)
1 Et accesserunt ad eum pharisæi et sadducæi tentantes : et rogaverunt eum ut signum de cælo ostenderet eis.2 At ille respondens, ait illis : Facto vespere dicitis : Serenum erit, rubicundum est enim cælum.
3 Et mane : Hodie tempestas, rutilat enim triste cælum.
4 Faciem ergo cæli dijudicare nostis : signa autem temporum non potestis scire ? Generatio mala et adultera signum quærit : et signum non dabitur ei, nisi signum Jonæ prophetæ. Et relictis illis, abiit.
5 Et cum venissent discipuli ejus trans fretum, obliti sunt panes accipere.
6 Qui dixit illis : Intuemini, et cavete a fermento pharisæorum et sadducæorum.
7 At illi cogitabant intra se dicentes : Quia panes non accepimus.
8 Sciens autem Jesus, dixit : Quid cogitatis intra vos modicæ fidei, quia panes non habetis ?
9 Nondum intelligitis, neque recordamini quinque panum in quinque millia hominum, et quot cophinos sumpsistis ?
10 neque septem panum in quatuor millia hominum, et quot sportas sumpsistis ?
11 Quare non intelligitis, quia non de pane dixi vobis : Cavete a fermento pharisæorum et sadducæorum ?
12 Tunc intellexerunt quia non dixerit cavendum a fermento panum, sed a doctrina pharisæorum et sadducæorum.
13 Venit autem Jesus in partes Cæsareæ Philippi : et interrogabat discipulos suos, dicens : Quem dicunt homines esse Filium hominis ?
14 At illi dixerunt : Alii Joannem Baptistam, alii autem Eliam, alii vero Jeremiam, aut unum ex prophetis.
15 Dicit illis Jesus : Vos autem, quem me esse dicitis ?
16 Respondens Simon Petrus dixit : Tu es Christus, Filius Dei vivi.
17 Respondens autem Jesus, dixit ei : Beatus es Simon Bar Jona : quia caro et sanguis non revelavit tibi, sed Pater meus, qui in cælis est.
18 Et ego dico tibi, quia tu es Petrus, et super hanc petram ædificabo Ecclesiam meam, et portæ inferi non prævalebunt adversus eam.
19 Et tibi dabo claves regni cælorum. Et quodcumque ligaveris super terram, erit ligatum et in cælis : et quodcumque solveris super terram, erit solutum et in cælis.
20 Tunc præcepit discipulis suis ut nemini dicerent quia ipse esset Jesus Christus.
21 Exinde cœpit Jesus ostendere discipulis suis, quia oporteret eum ire Jerosolymam, et multa pati a senioribus, et scribis, et principibus sacerdotum, et occidi, et tertia die resurgere.
22 Et assumens eum Petrus, cœpit increpare illum dicens : Absit a te, Domine : non erit tibi hoc.
23 Qui conversus, dixit Petro : Vade post me Satana, scandalum es mihi : quia non sapis ea quæ Dei sunt, sed ea quæ hominum.
24 Tunc Jesus dixit discipulis suis : Si quis vult post me venire, abneget semetipsum, et tollat crucem suam, et sequatur me.
25 Qui enim voluerit animam suam salvam facere, perdet eam : qui autem perdiderit animam suam propter me, inveniet eam.
26 Quid enim prodest homini, si mundum universum lucretur, animæ vero suæ detrimentum patiatur ? aut quam dabit homo commutationem pro anima sua ?
27 Filius enim hominis venturus est in gloria Patris sui cum angelis suis : et tunc reddet unicuique secundum opera ejus.
28 Amen dico vobis, sunt quidam de hic stantibus, qui non gustabunt mortem, donec videant Filium hominis venientem in regno suo.
Matthieu 17
1 Et post dies sex assumit Jesus Petrum, et Jacobum, et Joannem fratrem ejus, et ducit illos in montem excelsum seorsum :2 et transfiguratus est ante eos. Et resplenduit facies ejus sicut sol : vestimenta autem ejus facta sunt alba sicut nix.
3 Et ecce apparuerunt illis Moyses et Elias cum eo loquentes.
4 Respondens autem Petrus, dixit ad Jesum : Domine, bonum est nos hic esse : si vis, faciamus tria tabernacula, tibi unum, Moysi unum, et Eliæ unum.
5 Adhuc eo loquente, ecce nubes lucida obumbravit eos. Et ecce vox de nube, dicens : Hic est Filius meus dilectus, in quo mihi bene complacui : ipsum audite.
6 Et audientes discipuli ceciderunt in faciem suam, et timuerunt valde.
7 Et accessit Jesus, et tetigit eos : dixitque eis : Surgite, et nolite timere.
8 Levantes autem oculos suos, neminem viderunt, nisi solum Jesum.
9 Et descendentibus illis de monte, præcepit eis Jesus, dicens : Nemini dixeritis visionem, donec Filius hominis a mortuis resurgat.
10 Et interrogaverunt eum discipuli, dicentes : Quid ergo scribæ dicunt, quod Eliam oporteat primum venire ?
11 At ille respondens, ait eis : Elias quidem venturus est, et restituet omnia.
12 Dico autem vobis, quia Elias jam venit, et non cognoverunt eum, sed fecerunt in eo quæcumque voluerunt. Sic et Filius hominis passurus est ab eis.
13 Tunc intellexerunt discipuli, quia de Joanne Baptista dixisset eis.
14 Et cum venisset ad turbam, accessit ad eum homo genibus provolutus ante eum, dicens : Domine, miserere filio meo, quia lunaticus est, et male patitur : nam sæpe cadit in ignem, et crebro in aquam.
15 Et obtuli eum discipulis tuis, et non potuerunt curare eum.
16 Respondens autem Jesus, ait : O generatio incredula, et perversa, quousque ero vobiscum ? usquequo patiar vos ? Afferte huc illum ad me.
17 Et increpavit illum Jesus, et exiit ab eo dæmonium, et curatus est puer ex illa hora.
18 Tunc accesserunt discipuli ad Jesum secreto, et dixerunt : Quare nos non potuimus ejicere illum ?
19 Dixit illis Jesus : Propter incredulitatem vestram. Amen quippe dico vobis, si habueritis fidem sicut granum sinapis, dicetis monti huic : Transi hinc illuc, et transibit, et nihil impossibile erit vobis.
20 Hoc autem genus non ejicitur nisi per orationem et jejunium.
21 Conversantibus autem eis in Galilæa, dixit illis Jesus : Filius hominis tradendus est in manus hominum :
22 et occident eum, et tertia die resurget. Et contristati sunt vehementer.
23 Et cum venissent Capharnaum, accesserunt qui didrachma accipiebant ad Petrum, et dixerunt ei : Magister vester non solvit didrachma ?
24 Ait : Etiam. Et cum intrasset in domum, prævenit eum Jesus, dicens : Quid tibi videtur Simon ? reges terræ a quibus accipiunt tributum vel censum ? a filiis suis, an ab alienis ?
25 Et ille dixit : Ab alienis. Dixit illi Jesus : Ergo liberi sunt filii.
26 Ut autem non scandalizemus eos, vade ad mare, et mitte hamum : et eum piscem, qui primus ascenderit, tolle : et aperto ore ejus, invenies staterem : illum sumens, da eis pro me et te.
Matthieu 18
1 In illa hora accesserunt discipuli ad Jesum, dicentes : Quis, putas, major est in regno cælorum ?2 Et advocans Jesus parvulum, statuit eum in medio eorum,
3 et dixit : Amen dico vobis, nisi conversi fueritis, et efficiamini sicut parvuli, non intrabitis in regnum cælorum.
4 Quicumque ergo humiliaverit se sicut parvulus iste, hic est major in regno cælorum.
5 Et qui susceperit unum parvulum talem in nomine meo, me suscipit :
6 qui autem scandalizaverit unum de pusillis istis, qui in me credunt, expedit ei ut suspendatur mola asinaria in collo ejus, et demergatur in profundum maris.
7 Væ mundo a scandalis ! Necesse est enim ut veniant scandala : verumtamen væ homini illi, per quem scandalum venit.
8 Si autem manus tua, vel pes tuus scandalizat te, abscide eum, et projice abs te : bonum tibi est ad vitam ingredi debilem, vel claudum, quam duas manus vel duos pedes habentem mitti in ignem æternum.
9 Et si oculus tuus scandalizat te, erue eum, et projice abs te : bonum tibi est cum uno oculo in vitam intrare, quam duos oculos habentem mitti in gehennam ignis.
10 Videte ne contemnatis unum ex his pusillis : dico enim vobis, quia angeli eorum in cælis semper vident faciem Patris mei, qui in cælis est.
11 Venit enim Filius hominis salvare quod perierat.
12 Quid vobis videtur ? si fuerint alicui centum oves, et erravit una ex eis : nonne relinquit nonaginta novem in montibus, et vadit quærere eam quæ erravit ?
13 Et si contigerit ut inveniat eam : amen dico vobis, quia gaudet super eam magis quam super nonaginta novem, quæ non erraverunt.
14 Sic non est voluntas ante Patrem vestrum, qui in cælis est, ut pereat unus de pusillis istis.
15 Si autem peccaverit in te frater tuus, vade, et corripe eum inter te, et ipsum solum : si te audierit, lucratus eris fratrem tuum.
16 Si autem te non audierit, adhibe tecum adhuc unum, vel duos, ut in ore duorum, vel trium testium stet omne verbum.
17 Quod si non audierit eos : dic ecclesiæ. Si autem ecclesiam non audierit, sit tibi sicut ethnicus et publicanus.
18 Amen dico vobis, quæcumque alligaveritis super terram, erunt ligata et in cælo : et quæcumque solveritis super terram, erunt soluta et in cælo.
19 Iterum dico vobis, quia si duo ex vobis consenserint super terram, de omni re quamcumque petierint, fiet illis a Patre meo, qui in cælis est.
20 Ubi enim sunt duo vel tres congregati in nomine meo, ibi sum in medio eorum.
21 Tunc accedens Petrus ad eum, dixit : Domine, quoties peccabit in me frater meus, et dimittam ei ? usque septies ?
22 Dicit illi Jesus : Non dico tibi usque septies : sed usque septuagies septies.
23 Ideo assimilatum est regnum cælorum homini regi, qui voluit rationem ponere cum servis suis.
24 Et cum cœpisset rationem ponere, oblatus est ei unus, qui debebat ei decem millia talenta.
25 Cum autem non haberet unde redderet, jussit eum dominus ejus venundari, et uxorem ejus, et filios, et omnia quæ habebat, et reddi.
26 Procidens autem servus ille, orabat eum, dicens : Patientiam habe in me, et omnia reddam tibi.
27 Misertus autem dominus servi illius, dimisit eum, et debitum dimisit ei.
28 Egressus autem servus ille invenit unum de conservis suis, qui debebat ei centum denarios : et tenens suffocavit eum, dicens : Redde quod debes.
29 Et procidens conservus ejus, rogabat eum, dicens : Patientiam habe in me, et omnia reddam tibi.
30 Ille autem noluit : sed abiit, et misit eum in carcerem donec redderet debitum.
31 Videntes autem conservi ejus quæ fiebant, contristati sunt valde : et venerunt, et narraverunt domino suo omnia quæ facta fuerant.
32 Tunc vocavit illum dominus suus : et ait illi : Serve nequam, omne debitum dimisi tibi quoniam rogasti me :
33 nonne ergo oportuit et te misereri conservi tui, sicut et ego tui misertus sum ?
34 Et iratus dominus ejus tradidit eum tortoribus, quoadusque redderet universum debitum.
35 Sic et Pater meus cælestis faciet vobis, si non remiseritis unusquisque fratri suo de cordibus vestris.
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées