Comparer
Matthieu 16:13-20TR1550 13 ἐλθὼν δὲ ὁ ἰησοῦς εἰς τὰ μέρη καισαρείας τῆς φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων τίνα με λέγουσιν οἱ ἄνθρωποι εἰναι τὸν υἱὸν τοῦ ἀνθρώπου
TR1550 14 οἱ δὲ εἰπον οἱ μὲν ἰωάννην τὸν βαπτιστήν ἄλλοι δὲ ἠλίαν ἕτεροι δὲ ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν
TR1550 15 λέγει αὐτοῖς ὑμεῖς δὲ τίνα με λέγετε εἶναι
TR1550 16 ἀποκριθεὶς δὲ σίμων πέτρος εἶπεν σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος
TR1550 17 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτῷ μακάριος εἶ σίμων βαρ ἰωνᾶ ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ᾽ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς
TR1550 18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς
TR1550 19 καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς
TR1550 20 τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ἰησοῦς ὁ χριστός
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées