Comparer
Matthieu 23-24Mt 23-24 (Stephanus 1550)
1 τότε ὁ ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ 2 λέγων ἐπὶ τῆς μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι 3 πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν τηρεῖν τηρεῖτε καὶ ποιεῖτε κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν 4 δεσμεύουσιν γὰρ φορτία βαρέα καὶ δυσβάστακτα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά 5 πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις πλατύνουσιν δὲ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν 6 φιλοῦσιν τὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς 7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββί ῥαββί 8 ὑμεῖς δὲ μὴ κληθῆτε ῥαββί εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής ὁ χριστὸς πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε 9 καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς 10 μηδὲ κληθῆτε καθηγηταί εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητὴς ὁ χριστός 11 ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος 12 ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται 13 οὐαὶ ὑμῖν γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταί ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν 14 οὐαὶ δέ ὑμῖν γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταί ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα 15 οὐαὶ ὑμῖν γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταί ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν 16 οὐαὶ ὑμῖν ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ οὐδέν ἐστιν ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει 17 μωροὶ καὶ τυφλοί τίς γὰρ μείζων ἐστίν ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν 18 καί ὃς ἐὰν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ οὐδέν ἐστιν ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει 19 μωροὶ καὶ τυφλοί τί γὰρ μεῖζον τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον 20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πάσιν τοῖς ἐπάνω αὐτοῦ 21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν 22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ 23 οὐαὶ ὑμῖν γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταί ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι 24 ὁδηγοὶ τυφλοί οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες 25 οὐαὶ ὑμῖν γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταί ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας 26 φαρισαῖε τυφλέ καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν 27 οὐαὶ ὑμῖν γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταί ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας 28 οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι ἔσωθεν δέ μεστοὶ ἐστε ὑποκρίσεως καὶ ἀνομίας 29 οὐαὶ ὑμῖν γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταί ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων 30 καὶ λέγετε εἰ ἤμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν οὐκ ἂν ἤμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν 31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας 32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν 33 ὄφεις γεννήματα ἐχιδνῶν πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης 34 διὰ τοῦτο ἰδού ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν 35 ὅπως ἔλθῃ ἐφ᾽ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος ζαχαρίου υἱοῦ βαραχίου ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου 36 ἀμὴν λέγω ὑμῖν ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην 37 ἰερουσαλὴμ ἰερουσαλήμ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε 38 ἰδού ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος 39 λέγω γὰρ ὑμῖν οὐ μή με ἴδητε ἀπ᾽ ἄρτι ἕως ἂν εἴπητε εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίουMatthieu 24
1 καὶ ἐξελθὼν ὁ ἰησοῦς ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ 2 ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς οὐ βλέπετε πάντα ταῦτα ἀμὴν λέγω ὑμῖν οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθήσεται 3 καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾽ ἰδίαν λέγοντες εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος 4 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτοῖς βλέπετε μή τις ὑμᾶς πλανήσῃ 5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ἐγώ εἰμι ὁ χριστός καὶ πολλοὺς πλανήσουσιν 6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων ὁρᾶτε μὴ θροεῖσθε δεῖ γὰρ πάντα γενέσθαι ἀλλ᾽ οὔπω ἐστὶν τὸ τέλος 7 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν καὶ ἔσονται λιμοὶ καὶ λοιμοί καὶ σεισμοὶ κατὰ τόπους 8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων 9 τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου 10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους 11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς 12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν 13 ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται 14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν καὶ τότε ἥξει τὸ τέλος 15 ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ ὁ ἀναγινώσκων νοείτω 16 τότε οἱ ἐν τῇ ἰουδαίᾳ φευγέτωσαν ἐπί τὰ ὄρη 17 ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τι ἐκ τῆς οἰκίας αὐτοῦ 18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ 19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις 20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ ἐν σαββάτῳ 21 ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ᾽ οὐ μὴ γένηται 22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι οὐκ ἂν ἐσώθη πᾶσα σάρξ διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι 23 τότε ἐάν τις ὑμῖν εἴπῃ ἰδού ὧδε ὁ χριστός ἤ ὧδε μὴ πιστεύσητε 24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε πλανῆσαι εἰ δυνατόν καὶ τοὺς ἐκλεκτούς 25 ἰδού προείρηκα ὑμῖν 26 ἐὰν οὖν εἴπωσιν ὑμῖν ἰδού ἐν τῇ ἐρήμῳ ἐστίν μὴ ἐξέλθητε ἰδού ἐν τοῖς ταμείοις μὴ πιστεύσητε 27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου 28 ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα ἐκεῖ συναχθήσονται οἱ ἀετοί 29 εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται 30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς 31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν 32 ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος 33 οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε πάντα ταῦτα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις 34 ἀμὴν λέγω ὑμῖν οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται 35 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν 36 περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν εἰ μὴ ὁ πατὴρ μου μόνος 37 ὥσπερ δὲ αἱ ἡμέραι τοῦ νῶε οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου 38 ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες γαμοῦντες καὶ ἐκγαμίζοντες ἄχρι ἧς ἡμέρας εἰσῆλθεν νῶε εἰς τὴν κιβωτόν 39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου 40 τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ ὁ εἷς παραλαμβάνεται καὶ ὁ εἷς ἀφίεται 41 δύο ἀλήθουσαι ἐν τῷ μύλωνι μία παραλαμβάνεται καὶ μία ἀφίεται 42 γρηγορεῖτε οὖν ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κύριος ὑμῶν ἔρχεται 43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυγῆναι τὴν οἰκίαν αὐτοῦ 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται 45 τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ 46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως 47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν 48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ χρονίζει ὁ κύριος μου ἐλθεῖν 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους ἐσθίειν δὲ καὶ πίνειν μετὰ τῶν μεθυόντων 50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει 51 καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντωνMt 23-24 (Vulgate)
1 Tunc Jesus locutus est ad turbas, et ad discipulos suos,2 dicens : Super cathedram Moysi sederunt scribæ et pharisæi.
3 Omnia ergo quæcumque dixerint vobis, servate, et facite : secundum opera vero eorum nolite facere : dicunt enim, et non faciunt.
4 Alligant enim onera gravia, et importabilia, et imponunt in humeros hominum : digito autem suo nolunt ea movere.
5 Omnia vero opera sua faciunt ut videantur ab hominibus : dilatant enim phylacteria sua, et magnificant fimbrias.
6 Amant autem primos recubitus in cœnis, et primas cathedras in synagogis,
7 et salutationes in foro, et vocari ab hominibus Rabbi.
8 Vos autem nolite vocari Rabbi : unus est enim magister vester, omnes autem vos fratres estis.
9 Et patrem nolite vocare vobis super terram : unus est enim pater vester qui in cælis est.
10 Nec vocemini magistri : quia magister vester unus est, Christus.
11 Qui major est vestrum, erit minister vester.
12 Qui autem se exaltaverit, humiliabitur : et qui se humiliaverit, exaltabitur.
13 Væ autem vobis scribæ et pharisæi hypocritæ, quia clauditis regnum cælorum ante homines ! vos enim non intratis, nec introëuntes sinitis intrare.
14 Væ vobis scribæ et pharisæi hypocritæ, quia comeditis domos viduarum, orationes longas orantes ! propter hoc amplius accipietis judicium.
15 Væ vobis scribæ et pharisæi hypocritæ, quia circuitis mare, et aridam, ut faciatis unum proselytum, et cum fuerit factus, facitis eum filium gehennæ duplo quam vos.
16 Væ vobis duces cæci, qui dicitis : Quicumque juraverit per templum, nihil est : qui autem juraverit in auro templi, debet.
17 Stulti et cæci : quid enim majus est ? aurum, an templum, quod sanctificat aurum ?
18 Et quicumque juraverit in altari, nihil est : quicumque autem juraverit in dono, quod est super illud, debet.
19 Cæci : quid enim majus est, donum, an altare, quod sanctificat donum ?
20 Qui ergo jurat in altari, jurat in eo, et in omnibus quæ super illud sunt.
21 Et quicumque juraverit in templo, jurat in illo, et in eo qui habitat in ipso :
22 et qui jurat in cælo, jurat in throno Dei, et in eo qui sedet super eum.
23 Væ vobis scribæ et pharisæi hypocritæ, qui decimatis mentham, et anethum, et cyminum, et reliquistis quæ graviora sunt legis, judicium, et misericordiam, et fidem ! hæc oportuit facere, et illa non omittere.
24 Duces cæci, excolantes culicem, camelum autem glutientes.
25 Væ vobis scribæ et pharisæi hypocritæ, quia mundatis quod deforis est calicis et paropsidis ; intus autem pleni estis rapina et immunditia !
26 Pharisæe cæce, munda prius quod intus est calicis, et paropsidis, ut fiat id, quod deforis est, mundum.
27 Væ vobis scribæ et pharisæi hypocritæ, quia similes estis sepulchris dealbatis, quæ a foris parent hominibus speciosa, intus vero pleni sunt ossibus mortuorum, et omni spurcitia !
28 Sic et vos a foris quidem paretis hominibus justi : intus autem pleni estis hypocrisi et iniquitate.
29 Væ vobis scribæ et pharisæi hypocritæ, qui ædificatis sepulchra prophetarum, et ornatis monumenta justorum,
30 et dicitis : Si fuissemus in diebus patrum nostrorum, non essemus socii eorum in sanguine prophetarum !
31 itaque testimonio estis vobismetipsis, quia filii estis eorum, qui prophetas occiderunt.
32 Et vos implete mensuram patrum vestrorum.
33 Serpentes, genimina viperarum, quomodo fugietis a judicio gehennæ ?
34 Ideo ecce ego mitto ad vos prophetas, et sapientes, et scribas, et ex illis occidetis, et crucifigetis, et ex eis flagellabitis in synagogis vestris, et persequemini de civitate in civitatem :
35 ut veniat super vos omnis sanguis justus, qui effusus est super terram, a sanguine Abel justi usque ad sanguinem Zachariæ, filii Barachiæ, quem occidistis inter templum et altare.
36 Amen dico vobis, venient hæc omnia super generationem istam.
37 Jerusalem, Jerusalem, quæ occidis prophetas, et lapidas eos, qui ad te missi sunt, quoties volui congregare filios tuos, quemadmodum gallina congregat pullos suos sub alas, et noluisti ?
38 Ecce relinquetur vobis domus vestra deserta.
39 Dico enim vobis, non me videbitis amodo, donec dicatis : Benedictus, qui venit in nomine Domini.
Matthieu 24
1 Et egressus Jesus de templo, ibat. Et accesserunt discipuli ejus, ut ostenderent ei ædificationes templi.2 Ipse autem respondens dixit illis : Videtis hæc omnia ? amen dico vobis, non relinquetur hic lapis super lapidem, qui non destruatur.
3 Sedente autem eo super montem Oliveti, accesserunt ad eum discipuli secreto, dicentes : Dic nobis, quando hæc erunt ? et quod signum adventus tui, et consummationis sæculi ?
4 Et respondens Jesus, dixit eis : Videte ne quis vos seducat :
5 multi enim venient in nomine meo, dicentes : Ego sum Christus : et multos seducent.
6 Audituri enim estis prælia, et opiniones præliorum. Videte ne turbemini : oportet enim hæc fieri, sed nondum est finis :
7 consurget enim gens in gentem, et regnum in regnum, et erunt pestilentiæ, et fames, et terræmotus per loca :
8 hæc autem omnia initia sunt dolorum.
9 Tunc tradent vos in tribulationem, et occident vos : et eritis odio omnibus gentibus propter nomen meum.
10 Et tunc scandalizabuntur multi, et invicem tradent, et odio habebunt invicem.
11 Et multi pseudoprophetæ surgent, et seducent multos.
12 Et quoniam abundavit iniquitas, refrigescet caritas multorum :
13 qui autem perseveraverit usque in finem, hic salvus erit.
14 Et prædicabitur hoc Evangelium regni in universo orbe, in testimonium omnibus gentibus : et tunc veniet consummatio.
15 Cum ergo videritis abominationem desolationis, quæ dicta est a Daniele propheta, stantem in loco sancto, qui legit, intelligat :
16 tunc qui in Judæa sunt, fugiant ad montes :
17 et qui in tecto, non descendat tollere aliquid de domo sua :
18 et qui in agro, non revertatur tollere tunicam suam.
19 Væ autem prægnantibus et nutrientibus in illis diebus !
20 Orate autem ut non fiat fuga vestra in hieme, vel sabbato :
21 erit enim tunc tribulatio magna, qualis non fuit ab initio mundi usque modo, neque fiet.
22 Et nisi breviati fuissent dies illi, non fieret salva omnis caro : sed propter electos breviabuntur dies illi.
23 Tunc si quis vobis dixerit : Ecce hic est Christus, aut illic : nolite credere.
24 Surgent enim pseudochristi, et pseudoprophetæ : et dabunt signa magna, et prodigia, ita ut in errorem inducantur (si fieri potest) etiam electi.
25 Ecce prædixi vobis.
26 Si ergo dixerint vobis : Ecce in deserto est, nolite exire ; Ecce in penetralibus, nolite credere.
27 Sicut enim fulgur exit ab oriente, et paret usque in occidentem : ita erit et adventus Filii hominis.
28 Ubicumque fuerit corpus, illic congregabuntur et aquilæ.
29 Statim autem post tribulationem dierum illorum sol obscurabitur, et luna non dabit lumen suum, et stellæ cadent de cælo, et virtutes cælorum commovebuntur :
30 et tunc parebit signum Filii hominis in cælo : et tunc plangent omnes tribus terræ : et videbunt Filium hominis venientem in nubibus cæli cum virtute multa et majestate.
31 Et mittet angelos suos cum tuba, et voce magna : et congregabunt electos ejus a quatuor ventis, a summis cælorum usque ad terminos eorum.
32 Ab arbore autem fici discite parabolam : cum jam ramus ejus tener fuerit, et folia nata, scitis quia prope est æstas :
33 ita et vos cum videritis hæc omnia, scitote quia prope est, in januis.
34 Amen dico vobis, quia non præteribit generatio hæc, donec omnia hæc fiant.
35 Cælum et terra transibunt, verba autem mea non præteribunt.
36 De die autem illa et hora nemo scit, neque angeli cælorum, nisi solus Pater.
37 Sicut autem in diebus Noë, ita erit et adventus Filii hominis :
38 sicut enim erant in diebus ante diluvium comedentes et bibentes, nubentes et nuptum tradentes, usque ad eum diem, quo intravit Noë in arcam,
39 et non cognoverunt donec venit diluvium, et tulit omnes : ita erit et adventus Filii hominis.
40 Tunc duo erunt in agro : unus assumetur, et unus relinquetur.
41 Duæ molentes in mola : una assumetur, et una relinquetur.
42 Vigilate ergo, quia nescitis qua hora Dominus vester venturus sit.
43 Illud autem scitote, quoniam si sciret paterfamilias qua hora fur venturus esset, vigilaret utique, et non sineret perfodi domum suam.
44 Ideo et vos estote parati : quia qua nescitis hora Filius hominis venturus est.
45 Quis, putas, est fidelis servus, et prudens, quem constituit dominus suus super familiam suam ut det illis cibum in tempore ?
46 Beatus ille servus, quem cum venerit dominus ejus, invenerit sic facientem.
47 Amen dico vobis, quoniam super omnia bona sua constituet eum.
48 Si autem dixerit malus servus ille in corde suo : Moram fecit dominus meus venire :
49 et cœperit percutere conservos suos, manducet autem et bibat cum ebriosis :
50 veniet dominus servi illius in die qua non sperat, et hora qua ignorat :
51 et dividet eum, partemque ejus ponet cum hypocritis : illic erit fletus et stridor dentium.
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées