Comparer
Romains 15:7-12TR1550 7 διὸ προσλαμβάνεσθε ἀλλήλους καθὼς καὶ ὁ χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν θεοῦ
TR1550 8 λέγω δὲ, ἰησοῦν χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων
TR1550 9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν καθὼς γέγραπται διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν καὶ τῷ ὀνοματί σου ψαλῶ
TR1550 10 καὶ πάλιν λέγει εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ
TR1550 11 καὶ πάλιν αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη καὶ ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί
TR1550 12 καὶ πάλιν ἠσαΐας λέγει ἕσται ἡ ῥίζα τοῦ ἰεσσαί καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées