Comparer
Jacques 3:13-18TR1550 13 τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας
TR1550 14 εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας
TR1550 15 οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη ἀλλ᾽ ἐπίγειος ψυχική δαιμονιώδης
TR1550 16 ὅπου γὰρ ζῆλος καὶ ἐριθεία ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα
TR1550 17 ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν ἔπειτα εἰρηνική ἐπιεικής εὐπειθής μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν ἀδιάκριτος καὶ ἀνυπόκριτος
TR1550 18 καρπὸς δὲ τῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées