Comparer
Jean 8:41-47TR1550 41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν εἶπον οὖν αὐτῷ ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα ἕνα πατέρα ἔχομεν τὸν θεόν
TR1550 42 εἶπεν οὖν αὐτοῖς ὁ ἰησοῦς εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλεν
TR1550 43 διατί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν
TR1550 44 ὑμεῖς ἐκ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἔστηκεν ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ ὅταν λαλῇ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ
TR1550 45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω οὐ πιστεύετέ μοι
TR1550 46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας εἰ δὲ ἀλήθειαν λέγω διατί ὑμεῖς οὐ πιστεύετέ μοι
TR1550 47 ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées