Lueur.org - Un éclairage sur la foi

Comparer

Luc 1-6

TR1550 1 ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων

TR1550 2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου

TR1550 3 ἔδοξεν κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι κράτιστε φεόφιλε

TR1550 4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν

TR1550 5 ἐγένετο ἐν ταῖς ἡμέραις ἡρῴδου τοῦ βασιλέως τῆς ἰουδαίας ἱερεύς τις ὀνόματι ξαχαρίας ἐξ ἐφημερίας ἀβιά καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων ἀαρών καὶ τὸ ὄνομα αὐτῆς ἐλισάβετ

TR1550 6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ θεοῦ πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι

TR1550 7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον καθότι ἡ ἐλισάβετ ἦν στεῖρα καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν

TR1550 8 ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ

TR1550 9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχεν τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου

TR1550 10 καὶ πᾶν τὸ πλῆθος τοῦ λαοῦ ἦν προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος

TR1550 11 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος

TR1550 12 καὶ ἐταράχθη ξαχαρίας ἰδών καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν

TR1550 13 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος μὴ φοβοῦ ξαχαρία διότι εἰσηκούσθη ἡ δέησίς σου καὶ ἡ γυνή σου ἐλισάβετ γεννήσει υἱόν σοι καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἰωάννην

TR1550 14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται

TR1550 15 ἔσται γὰρ μέγας ἐνώπιον τοῦ κυρίου καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ

TR1550 16 καὶ πολλοὺς τῶν υἱῶν ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν

TR1550 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει ἠλίου ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον

TR1550 18 καὶ εἶπεν ξαχαρίας πρὸς τὸν ἄγγελον κατὰ τί γνώσομαι τοῦτο ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς

TR1550 19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ ἐγώ εἰμι γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα

TR1550 20 καὶ ἰδού, ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἡς ἡμέρας γένηται ταῦτα ἀνθ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν

TR1550 21 καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν ξαχαρίαν καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτόν ἐν τῷ ναῷ

TR1550 22 ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς καὶ διέμενεν κωφός

TR1550 23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ

TR1550 24 μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ἐλισάβετ ἡ γυνὴ αὐτοῦ καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε λέγουσα

TR1550 25 ὅτι οὕτως μοι πεποίηκεν ὁ κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις

TR1550 26 ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος γαβριὴλ ὑπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς γαλιλαίας ᾗ ὄνομα ναζαρὲτ

TR1550 27 πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα ἰωσὴφ ἐξ οἴκου δαβίδ καὶ τὸ ὄνομα τῆς παρθένου μαριάμ

TR1550 28 καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπεν χαῖρε κεχαριτωμένη ὁ κύριος μετὰ σοῦ εὐλογημένη σὺ ἐν γυναιξίν

TR1550 29 ἡ δὲ ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος

TR1550 30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ μὴ φοβοῦ μαριάμ εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ

TR1550 31 καὶ ἰδού, συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἰησοῦν

TR1550 32 οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον δαβὶδ τοῦ πατρὸς αὐτοῦ

TR1550 33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος

TR1550 34 εἶπεν δὲ μαριὰμ πρὸς τὸν ἄγγελον πῶς ἔσται τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω

TR1550 35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ

TR1550 36 καὶ ἰδού, ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνείληφυῖα υἱὸν ἐν γήρᾳ αὐτῆς καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ

TR1550 37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ θεῷ πᾶν ῥῆμα

TR1550 38 εἶπεν δὲ μαριάμ ἰδού, ἡ δούλη κυρίου γένοιτό μοι κατὰ τὸ ῥῆμά σου καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος

TR1550 39 ἀναστᾶσα δὲ μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ἰούδα

TR1550 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον ξαχαρίου καὶ ἠσπάσατο τὴν ἐλισάβετ

TR1550 41 καὶ ἐγένετο ὡς ἤκουσεν ἡ ἐλισάβετ τὸν ἀσπασμὸν τῆς μαρίας ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ ἐλισάβετ

TR1550 42 καὶ ἀνεφώνησεν φωνῇ μεγάλῃ καὶ εἶπεν εὐλογημένη σὺ ἐν γυναιξίν καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου

TR1550 43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς μέ

TR1550 44 ἰδού, γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου

TR1550 45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου

TR1550 46 καὶ εἶπεν μαριάμ μεγαλύνει ἥ ψυχή μου τόν κύριόν

TR1550 47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου

TR1550 48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδού, γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί

TR1550 49 ὅτι ἐποίησέν μοι μεγάλεῖα ὁ δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ

TR1550 50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶν τοῖς φοβουμένοις αὐτόν

TR1550 51 ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν

TR1550 52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς

TR1550 53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς

TR1550 54 ἀντελάβετο ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους

TR1550 55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν τῷ ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα

TR1550 56 ἕμεινεν δὲ μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς

TR1550 57 τῇ δὲ ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν καὶ ἐγέννησεν υἱόν

TR1550 58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς καὶ συνέχαιρον αὐτῇ

TR1550 59 καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ ξαχαρίαν

TR1550 60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν οὐχί ἀλλὰ κληθήσεται ἰωάννης

TR1550 61 καὶ εἶπον πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐν τῇ συγγενεία σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ

TR1550 62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν

TR1550 63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων, ἰωάννης ἐστὶν τὸ ὄνομα αὐτοῦ καὶ ἐθαύμασαν πάντες

TR1550 64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ καὶ ἐλάλει εὐλογῶν τὸν θεόν

TR1550 65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα

TR1550 66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες τί ἄρα τὸ παιδίον τοῦτο ἔσται καὶ χεὶρ κυρίου ἦν μετ᾽ αὐτοῦ

TR1550 67 καὶ ξαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ προεφήτευσεν λέγων

TR1550 68 εὐλογητὸς κύριος ὁ θεὸς τοῦ ἰσραήλ ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ

TR1550 69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ δαβὶδ τοῦ παιδὸς αὐτοῦ

TR1550 70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ

TR1550 71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς

TR1550 72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ

TR1550 73 ὅρκον ὃν ὤμοσεν πρὸς ἀβραὰμ τὸν πατέρα ἡμῶν

TR1550 74 τοῦ δοῦναί ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας λατρεύειν αὐτῷ

TR1550 75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τὴς ζωῆς ἡμῶν

TR1550 76 καὶ σὺ παιδίον προφήτης ὑψίστου κληθήσῃ προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ

TR1550 77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν

TR1550 78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους

TR1550 79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης

TR1550 80 τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν ἰσραήλ

TR1550 1 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ καίσαρος αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην

TR1550 2 αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς συρίας κυρηνίου

TR1550 3 καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι ἕκαστος εἰς τὴν ἰδίαν πόλιν

TR1550 4 ἀνέβη δὲ καὶ ἰωσὴφ ἀπὸ τῆς γαλιλαίας ἐκ πόλεως ναζαρὲτ εἰς τὴν ἰουδαίαν εἰς πόλιν δαβὶδ, ἥτις καλεῖται βηθλέεμ διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς δαβίδ,

TR1550 5 ἀπογράψασθαι σὺν μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ

TR1550 6 ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν

TR1550 7 καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι

TR1550 8 καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν

TR1550 9 καὶ ἰδού, ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς καὶ ἐφοβήθησαν φόβον μέγαν

TR1550 10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος μὴ φοβεῖσθε ἰδού, γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ

TR1550 11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν χριστὸς κύριος ἐν πόλει δαβίδ

TR1550 12 καὶ τοῦτο ὑμῖν τὸ σημεῖον εὑρήσετε βρέφος ἐσπαργανωμένον κείμενον ἐν τῇ φάτνῃ

TR1550 13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων

TR1550 14 δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία

TR1550 15 καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι καὶ οἱ ἀνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους διέλθωμεν δὴ ἕως βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν

TR1550 16 καὶ ἦλθον σπεύσαντες καὶ ἀνεῦρον, τήν τε μαριὰμ καὶ τὸν ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ

TR1550 17 ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου

TR1550 18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς

TR1550 19 ἡ δὲ μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς

TR1550 20 καὶ ἐπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς

TR1550 21 καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ἰησοῦς τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτόν ἐν τῇ κοιλίᾳ

TR1550 22 καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον μωσέως, ἀνήγαγον αὐτὸν εἰς ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ

TR1550 23 καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται

TR1550 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ κυρίου ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν

TR1550 25 καὶ ἰδού, ἦν ἄνθρωπος ἐν ἰερουσαλὴμ ᾧ ὄνομα συμεών καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής προσδεχόμενος παράκλησιν τοῦ ἰσραήλ καὶ πνεῦμα ἅγιον ἦν ἐπ᾽ αὐτόν

TR1550 26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν χριστὸν κυρίου

TR1550 27 καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ

TR1550 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας αὐτοῦ, καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν

TR1550 29 νῦν ἀπολύεις τὸν δοῦλόν σου δέσποτα κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ

TR1550 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου

TR1550 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν

TR1550 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου ἰσραήλ

TR1550 33 καὶ ἦν ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ

TR1550 34 καὶ εὐλόγησεν αὐτοὺς συμεὼν καὶ εἶπεν πρὸς μαριὰμ τὴν μητέρα αὐτοῦ ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον

TR1550 35 καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί

TR1550 36 καὶ ἦν ἅννα προφῆτις θυγάτηρ φανουήλ ἐκ φυλῆς ἀσήρ αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς

TR1550 37 καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοηκοντατεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν

TR1550 38 καὶ αὐτῇ αὕτη τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν ἐν ἰερουσαλήμ

TR1550 39 καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον κυρίου ὑπέστρεψαν εἰς τὴν γαλιλαίαν εἰς τὴν πόλιν αὑτῶν ναζαρέτ

TR1550 40 τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας καὶ χάρις θεοῦ ἦν ἐπ᾽ αὐτό

TR1550 41 καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα

TR1550 42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα ἀναβάντων αὐτῶν εἰς ἰεροσόλυμα, κατὰ τὸ ἔθος τῆς ἑορτῆς

TR1550 43 καὶ τελειωσάντων τὰς ἡμέρας ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν ἰησοῦς ὁ παῖς ἐν ἰερουσαλήμ καὶ οὐκ ἔγνω ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ

TR1550 44 νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσιν καὶ ἐν τοῖς γνωστοῖς

TR1550 45 καὶ μὴ εὑρόντες αὐτόν ὑπέστρεψαν εἰς ἰερουσαλὴμ ζητοῦντες αὐτὸν,

TR1550 46 καὶ ἐγένετο μεθ᾽ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς

TR1550 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ

TR1550 48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπεν τέκνον τί ἐποίησας ἡμῖν οὕτως ἰδού, ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε

TR1550 49 καὶ εἶπεν πρὸς αὐτούς τί ὅτι ἐζητεῖτέ με οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με

TR1550 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς

TR1550 51 καὶ κατέβη μετ᾽ αὐτῶν καὶ ἦλθεν εἰς ναζαρέτ καὶ ἦν ὑποτασσόμενος αὐτοῖς καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς

TR1550 52 καὶ ἰησοῦς προέκοπτεν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις

TR1550 1 ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας τιβερίου καίσαρος ἡγεμονεύοντος ποντίου πιλάτου τῆς ἰουδαίας καὶ τετραρχοῦντος τῆς γαλιλαίας ἡρῴδου φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος, τῆς ἰτουραίας καὶ τραχωνίτιδος χώρας καὶ λυσανίου τῆς ἀβιληνῆς τετραρχοῦντος

TR1550 2 ἐπ᾽ ἀρχιερέων ἅννα καὶ καϊάφα ἐγένετο ῥῆμα θεοῦ ἐπὶ ἰωάννην τὸν τοῦ ξαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ

TR1550 3 καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν

TR1550 4 ὡς γέγραπται ἐν βίβλῳ λόγων ἠσαΐου τοῦ προφήτου λέγοντος, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ

TR1550 5 πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας

TR1550 6 καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ

TR1550 7 ἕλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ γεννήματα ἐχιδνῶν τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς

TR1550 8 ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς πατέρα ἔχομεν τὸν ἀβραάμ λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ ἀβραάμ

TR1550 9 ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται

TR1550 10 καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες τί οὖν ποιήσομεν

TR1550 11 ἀποκριθεὶς δὲ λέγει αὐτοῖς ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω

TR1550 12 ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπον πρὸς αὐτόν διδάσκαλε τί ποιήσομεν

TR1550 13 ὁ δὲ εἶπεν πρὸς αὐτούς μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε

TR1550 14 ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες καὶ ἡμεῖς τί ποιήσομεν καὶ εἶπεν πρὸς αὐτούς μηδένα διασείσητε μηδὲ συκοφαντήσητε καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν

TR1550 15 προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ ἰωάννου μήποτε αὐτὸς εἴη ὁ χριστός

TR1550 16 ἀπεκρίνατο ὁ ἰωάννης ἅπασιν λέγων, ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς ἔρχεται δὲ ὁ ἰσχυρότερός μου οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί

TR1550 17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθᾶριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συναξεῖ τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ

TR1550 18 πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν

TR1550 19 ὁ δὲ ἡρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ ἡρῳδιάδος τῆς γυναικὸς φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ ἡρῴδης

TR1550 20 προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν καὶ κατέκλεισεν τὸν ἰωάννην ἐν τῇ φυλακῇ

TR1550 21 ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν

TR1550 22 καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ᾽ αὐτόν καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν, σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός ἐν σοὶ ἠυδόκησα

TR1550 23 καὶ αὐτὸς ἦν ὁ ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος ὢν ὡς ἐνομίζετο υἱός ἰωσὴφ τοῦ ἠλὶ

TR1550 24 τοῦ ματθὰτ, τοῦ λευὶ τοῦ μελχὶ τοῦ ἰαννὰ, τοῦ ἰωσὴφ

TR1550 25 τοῦ ματταθίου τοῦ ἀμὼς τοῦ ναοὺμ τοῦ ἑσλὶ τοῦ ναγγαὶ

TR1550 26 τοῦ μάαθ τοῦ ματταθίου τοῦ σεμεΐ, τοῦ ἰωσὴφ, τοῦ ἰουδὰ,

TR1550 27 τοῦ ἰωὰννα τοῦ ῥησὰ τοῦ ξοροβαβὲλ τοῦ σαλαθιὴλ τοῦ νηρὶ

TR1550 28 τοῦ μελχὶ τοῦ ἀδδὶ τοῦ κωσὰμ τοῦ ἐλμωδὰμ, τοῦ ἢρ

TR1550 29 τοῦ ἰωσὴ, τοῦ ἐλιέζερ τοῦ ἰωρεὶμ, τοῦ ματθὰτ, τοῦ λευὶ

TR1550 30 τοῦ συμεὼν τοῦ ἰούδα τοῦ ἰωσὴφ τοῦ ἰωνὰν, τοῦ ἐλιακεὶμ,

TR1550 31 τοῦ μελεὰ τοῦ μαϊνάν τοῦ ματταθὰ τοῦ ναθὰν, τοῦ δαβὶδ,

TR1550 32 τοῦ ἰεσσαὶ τοῦ ὠβήδ, τοῦ βόοζ, τοῦ σαλμών, τοῦ ναασσὼν

TR1550 33 τοῦ ἀμιναδὰβ τοῦ ἀράμ, τοῦ ἑσρὼμ τοῦ φάρες τοῦ ἰούδα

TR1550 34 τοῦ ἰακὼβ τοῦ ἰσαὰκ τοῦ ἀβραὰμ τοῦ φάρα τοῦ ναχὼρ

TR1550 35 τοῦ σαρούχ, τοῦ ῥαγαὺ τοῦ φάλεκ τοῦ ἕβερ τοῦ σαλὰ

TR1550 36 τοῦ καϊνάν, τοῦ ἀρφαξὰδ τοῦ σὴμ τοῦ νῶε τοῦ λάμεχ

TR1550 37 τοῦ μαθουσαλὰ τοῦ ἑνὼχ τοῦ ἰαρέδ, τοῦ μαλελεὴλ τοῦ καϊνὰν,

TR1550 38 τοῦ ἐνὼς τοῦ σὴθ τοῦ ἀδὰμ τοῦ θεοῦ

TR1550 1 ἰησοῦς δὲ πνεύματος ἁγίου πλήρης ὑπέστρεψεν ἀπὸ τοῦ ἰορδάνου καὶ ἤγετο ἐν τῷ πνεύματι εἰς τήν ἔρημον

TR1550 2 ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συντελεσθεισῶν αὐτῶν ὕστερον ἐπείνασεν

TR1550 3 καὶ εἶπεν αὐτῷ ὁ διάβολος εἰ υἱὸς εἶ τοῦ θεοῦ εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος

TR1550 4 καὶ ἀπεκρίθη ἰησοῦς πρὸς αὐτὸν λέγων, γέγραπται ὅτι οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι φεοῦ

TR1550 5 καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου

TR1550 6 καὶ εἶπεν αὐτῷ ὁ διάβολος σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν

TR1550 7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον μοῦ, ἔσται σοῦ πάντα

TR1550 8 καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ ἰησοῦς ὑπαγε ὀπίσω μου, σατανᾶ γέγραπται γὰρ προσκυνήσεις κύριον τὸν θεόν σου καὶ αὐτῷ μόνῳ λατρεύσεις

TR1550 9 καὶ ἤγαγεν αὐτὸν εἰς ἰερουσαλὴμ καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ εἰ ὁ υἱὸς εἶ τοῦ θεοῦ βάλε σεαυτὸν ἐντεῦθεν κάτω

TR1550 10 γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε

TR1550 11 καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου

TR1550 12 καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ ἰησοῦς ὅτι εἴρηται οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου

TR1550 13 καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾽ αὐτοῦ ἄχρι καιροῦ

TR1550 14 καὶ ὑπέστρεψεν ὁ ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν γαλιλαίαν καὶ φήμη ἐξῆλθεν καθ᾽ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ

TR1550 15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων

TR1550 16 καὶ ἦλθεν εἰς τὴν ναζαρέτ οὗ ἦν τεθραμμένος καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν καὶ ἀνέστη ἀναγνῶναι

TR1550 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον ἠσαΐου τοῦ προφήτου καὶ ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον

TR1550 18 πνεῦμα κυρίου ἐπ᾽ ἐμέ οὗ ἕνεκεν ἔχρισέν με εὐαγγελίζεσθαι πτωχοῖς ἀπέσταλκέν με ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει

TR1550 19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν

TR1550 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ

TR1550 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν

TR1550 22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον οὐχ οὗτος ἐστιν ὁ υἱός ἰωσὴφ

TR1550 23 καὶ εἶπεν πρὸς αὐτούς πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην ἰατρέ θεράπευσον σεαυτόν ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου

TR1550 24 εἶπεν δέ ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ

TR1550 25 ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις ἠλίου ἐν τῷ ἰσραήλ ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν

TR1550 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη ἠλίας εἰ μὴ εἰς σάρεπτα τῆς σιδῶνος πρὸς γυναῖκα χήραν

TR1550 27 καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ ἐλισσαίου τοῦ προφήτου ἐν τῷ ἰσραὴλ καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ νεεμὰν ὁ σύρος

TR1550 28 καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα

TR1550 29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως τῆς ὀφρύος τοῦ ὄρους ἐφ᾽ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο εἰς τὸ κατακρημνίσαι αὐτόν

TR1550 30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées