Lueur.org - Un éclairage sur la foi

Comparer

Luc 23-24

Lc 23-24 (Stephanus 1550)

   1 καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγεν αὐτὸν ἐπὶ τὸν πιλᾶτον 2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα καίσαρι φόρους διδόναι λέγοντα ἑαυτὸν χριστὸν βασιλέα εἶναι 3 ὁ δὲ πιλᾶτος ἐπηρώτησεν αὐτὸν λέγων, σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη σὺ λέγεις 4 ὁ δὲ πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ 5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς ἰουδαίας ἀρξάμενος ἀπὸ τῆς γαλιλαίας ἕως ὧδε 6 πιλᾶτος δὲ ἀκούσας γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος γαλιλαῖός ἐστιν 7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς ἡρῴδην ὄντα καὶ αὐτὸν ἐν ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις 8 ὁ δὲ ἡρῴδης ἰδὼν τὸν ἰησοῦν ἐχάρη λίαν ἦν γὰρ θέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν πολλὰ περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον 9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ 10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ 11 ἐξουθενήσας δὲ αὐτὸν ὁ ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ πιλάτῳ 12 ἐγένοντο δὲ φίλοι ὅ τε πιλᾶτος καὶ ὁ ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς 13 πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 14 εἶπεν πρὸς αὐτούς προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ 15 ἀλλ᾽ οὐδὲ ἡρῴδης ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτὸν καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ 16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω 17 ἀνάγκην δέ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα 18 ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες αἶρε τοῦτον ἀπόλυσον δὲ ἡμῖν τὸν βαραββᾶν 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς φυλακήν 20 πάλιν οὖν ὁ πιλᾶτος προσεφώνησεν θέλων ἀπολῦσαι τὸν ἰησοῦν 21 οἱ δὲ ἐπεφώνουν λέγοντες σταύρωσον, σταύρωσον αὐτόν 22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς τί γὰρ κακὸν ἐποίησεν οὗτος οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ παιδεύσας οὖν αὐτὸν ἀπολύσω 23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων 24 ὁ δὲ πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν 25 ἀπέλυσεν δὲ αὐτοῖς τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακὴν ὃν ᾐτοῦντο τὸν δὲ ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν 26 καὶ ὡς ἀπήγαγον αὐτόν ἐπιλαβόμενοι σίμωνος τινος κυρηναίου τοῦ ἐρχόμενου ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ ἰησοῦ 27 ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν 28 στραφεὶς δὲ πρὸς αὐτὰς ὁ ἰησοῦς εἶπεν φυγατέρες ἰερουσαλήμ μὴ κλαίετε ἐπ᾽ ἐμέ πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν 29 ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἱ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθήλασαν 30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν πέσετε ἐφ᾽ ἡμᾶς καὶ τοῖς βουνοῖς καλύψατε ἡμᾶς 31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν ἐν τῷ ξηρῷ τί γένηται 32 ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι 33 καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον κρανίον ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν 34 ὁ δὲ ἰησοῦς ἔλεγεν πάτερ ἄφες αὐτοῖς οὐ γὰρ οἴδασιν τί ποιοῦσιν διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον 35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς, λέγοντες ἄλλους ἔσωσεν σωσάτω ἑαυτόν εἰ οὗτός ἐστιν ὁ χριστὸς ὁ τοῦ θεοῦ ἐκλεκτός 36 ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ 37 καὶ λέγοντες εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων σῶσον σεαυτόν 38 ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾽ αὐτῷ γράμμασιν ἑλληνικοῖς, καὶ ῥωμαικοῖς καὶ ἑβραικοῖς, οὗτός ἐστιν ὁ βασιλεὺς τῶν ἰουδαίων 39 εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὖτὸν λέγων, εἰ σὺ εἶ ὁ χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς 40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων, οὐδὲ φοβῇ σὺ τὸν θεόν ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ 41 καὶ ἡμεῖς μὲν δικαίως ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν 42 καὶ ἔλεγεν τᾠ ἰησοῦ μνήσθητί μου κύριε, ὅταν ἔλθῃς ἕν τῃ βασιλείᾳ σου 43 καὶ εἶπεν αὐτῷ ὁ ἰησοῦς, ἀμήν λέγω σοι σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ 44 ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης 45 καὶ ἐσκοτίσθη ὁ ἥλιος, καί ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον 46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ ἰησοῦς εἶπεν πάτερ εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν 47 ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασεν τὸν θεὸν λέγων, ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν 48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην θεωροῦντες τὰ γενόμενα τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον 49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς γαλιλαίας ὁρῶσαι ταῦτα 50 καὶ ἰδού, ἀνὴρ ὀνόματι ἰωσὴφ βουλευτὴς ὑπάρχων ἀνὴρ ἀγαθὸς καὶ δίκαιος 51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν ἀπὸ ἁριμαθαίας πόλεως τῶν ἰουδαίων ὃς καὶ προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ θεοῦ 52 οὗτος προσελθὼν τῷ πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ἰησοῦ 53 καὶ καθελὼν αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδέπω οὐδεὶς κείμενος 54 καὶ ἡμέρα ἦν παρασκευή καὶ σάββατον ἐπέφωσκεν 55 κατακολουθήσασαι δὲ καὶ γυναῖκες αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς γαλιλαίας ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν

Luc 24

   1 τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα καί τινές σύν αὐταῖς 2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου 3 καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ κυρίου ἰησοῦ 4 καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδού, δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις 5 ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν 6 οὐκ ἔστιν ὧδε ἀλλ᾽ ἠγέρθη μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ γαλιλαίᾳ 7 λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι 8 καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ 9 καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς 10 ἦσαν δὲ ἡ μαγδαληνὴ μαρία καὶ ἰωάννα καὶ μαρία ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς αἱ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν καὶ ἠπίστουν αὐταῖς 12 ὁ δὲ πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα καὶ ἀπῆλθεν πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός 13 καὶ ἰδού, δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ ἰερουσαλήμ ᾗ ὄνομα ἐμμαοῦς 14 καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων 15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς 16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν 17 εἶπεν δὲ πρὸς αὐτούς τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καὶ ἐστὲ σκυθρωποί 18 ἀποκριθεὶς δὲ ὁ εἷς ᾧ ὄνομα κλεοπᾶς εἶπεν πρὸς αὐτόν σὺ μόνος παροικεῖς ἐν ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις 19 καὶ εἶπεν αὐτοῖς ποῖα οἱ δὲ εἶπον αὐτῷ τὰ περὶ ἰησοῦ τοῦ ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν 21 ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν ἰσραήλ ἀλλά γε σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ᾽ οὗ ταῦτα ἐγένετο 22 ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὀρθριαὶ ἐπὶ τὸ μνημεῖον 23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι οἳ λέγουσιν αὐτὸν ζῆν 24 καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον αὐτὸν δὲ οὐκ εἶδον 25 καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ 27 καὶ ἀρξάμενος ἀπὸ μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ 28 καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο καὶ αὐτὸς προσεποιεῖτο ποῤῥωτέρω πορεύεσθαι 29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες μεῖνον μεθ᾽ ἡμῶν ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἡ ἡμέρα καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς 30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς 31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν 32 καὶ εἶπον πρὸς ἀλλήλους οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς 33 καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς ἰερουσαλήμ καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς 34 λέγοντας ὅτι ἠγέρθη ὁ κύριος ὄντως καὶ ὤφθη σίμωνι 35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου 36 ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς εἰρήνη ὑμῖν 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν 38 καὶ εἶπεν αὐτοῖς τί τεταραγμένοι ἐστέ καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι αὐτός ἐγώ εἰμι ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα 40 καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς ἕχετέ τι βρώσιμον ἐνθάδε 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν 44 εἶπεν δὲ αὐτοῖς οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ μωσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς 46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη ἀρξάμενον ἀπὸ ἰερουσαλήμ 48 ὑμεῖς δὲ ἐστε μάρτυρες τούτων 49 καὶ ἰδού, ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἰερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους 50 ἐξήγαγεν δὲ αὐτοὺς ἔξω ἕως εἰς βηθανίαν καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾽ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν 52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης 53 καὶ ἦσαν διαπαντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν θεόν ἀμήν

Lc 23-24 (Vulgate)

   1 Et surgens omnis multitudo eorum, duxerunt illum ad Pilatum.
   2 Cœperunt autem illum accusare, dicentes : Hunc invenimus subvertentem gentem nostram, et prohibentem tributa dare Cæsari, et dicentem se Christum regem esse.
   3 Pilatus autem interrogavit eum, dicens : Tu es rex Judæorum ? At ille respondens ait : Tu dicis.
   4 Ait autem Pilatus ad principes sacerdotum et turbas : Nihil invenio causæ in hoc homine.
   5 At illi invalescebant, dicentes : Commovet populum docens per universam Judæam, incipiens a Galilæa usque huc.
   6 Pilatus autem audiens Galilæam, interrogavit si homo Galilæus esset.
   7 Et ut cognovit quod de Herodis potestate esset, remisit eum ad Herodem, qui et ipse Jerosolymis erat illis diebus.
   8 Herodes autem viso Jesu, gavisus est valde. Erat enim cupiens ex multo tempore videre eum, eo quod audierat multa de eo, et sperabat signum aliquod videre ab eo fieri.
   9 Interrogabat autem eum multis sermonibus. At ipse nihil illi respondebat.
   10 Stabant autem principes sacerdotum et scribæ constanter accusantes eum.
   11 Sprevit autem illum Herodes cum exercitu suo : et illusit indutum veste alba, et remisit ad Pilatum.
   12 Et facti sunt amici Herodes et Pilatus in ipsa die : nam antea inimici erant ad invicem.
   13 Pilatus autem, convocatis principibus sacerdotum, et magistratibus, et plebe,
   14 dixit ad illos : Obtulistis mihi hunc hominem, quasi avertentem populum, et ecce ego coram vobis interrogans, nullam causam inveni in homine isto ex his in quibus eum accusatis.
   15 Sed neque Herodes : nam remisi vos ad illum, et ecce nihil dignum morte actum est ei.
   16 Emendatum ergo illum dimittam.
   17 Necesse autem habebat dimittere eis per diem festum unum.
   18 Exclamavit autem simul universa turba, dicens : Tolle hunc, et dimitte nobis Barabbam :
   19 qui erat propter seditionem quamdam factam in civitate et homicidium missus in carcerem.
   20 Iterum autem Pilatus locutus est ad eos, volens dimittere Jesum.
   21 At illi succlamabant, dicentes : Crucifige, crucifige eum.
   22 Ille autem tertio dixit ad illos : Quid enim mali fecit iste ? nullam causam mortis invenio in eo : corripiam ergo illum et dimittam.
   23 At illi instabant vocibus magnis postulantes ut crucifigeretur : et invalescebant voces eorum.
   24 Et Pilatus adjudicavit fieri petitionem eorum.
   25 Dimisit autem illis eum qui propter homicidium et seditionem missus fuerat in carcerem, quem petebant : Jesum vero tradidit voluntati eorum.
   26 Et cum ducerent eum, apprehenderunt Simonem quemdam Cyrenensem venientem de villa : et imposuerunt illi crucem portare post Jesum.
   27 Sequebatur autem illum multa turba populi et mulierum, quæ plangebant et lamentabantur eum.
   28 Conversus autem ad illas Jesus, dixit : Filiæ Jerusalem, nolite flere super me, sed super vos ipsas flete et super filios vestros.
   29 Quoniam ecce venient dies in quibus dicent : Beatæ steriles, et ventres qui non genuerunt, et ubera quæ non lactaverunt.
   30 Tunc incipient dicere montibus : Cadite super nos ; et collibus : Operite nos.
   31 Quia si in viridi ligno hæc faciunt, in arido quid fiet ?
   32 Ducebantur autem et alii duo nequam cum eo, ut interficerentur.
   33 Et postquam venerunt in locum qui vocatur Calvariæ, ibi crucifixerunt eum : et latrones, unum a dextris, et alterum a sinistris.
   34 Jesus autem dicebat : Pater, dimitte illis : non enim sciunt quid faciunt. Dividentes vero vestimenta ejus, miserunt sortes.
   35 Et stabat populus spectans, et deridebant eum principes cum eis, dicentes : Alios salvos fecit, se salvum faciat, si hic est Christus Dei electus.
   36 Illudebant autem ei et milites accedentes, et acetum offerentes ei,
   37 et dicentes : Si tu es rex Judæorum, salvum te fac.
   38 Erat autem et superscriptio scripta super eum litteris græcis, et latinis, et hebraicis : Hic est rex Judæorum.
   39 Unus autem de his, qui pendebant, latronibus, blasphemabat eum, dicens : Si tu es Christus, salvum fac temetipsum et nos.
   40 Respondens autem alter increpabat eum, dicens : Neque tu times Deum, quod in eadem damnatione es.
   41 Et nos quidem juste, nam digna factis recipimus : hic vero nihil mali gessit.
   42 Et dicebat ad Jesum : Domine, memento mei cum veneris in regnum tuum.
   43 Et dixit illi Jesus : Amen dico tibi : hodie mecum eris in paradiso.
   44 Erat autem fere hora sexta, et tenebræ factæ sunt in universam terram usque ad horam nonam.
   45 Et obscuratus est sol, et velum templi scissum est medium.
   46 Et clamans voce magna Jesus ait : Pater, in manus tuas commendo spiritum meum. Et hæc dicens, expiravit.
   47 Videns autem centurio quod factum fuerat, glorificavit Deum, dicens : Vere hic homo justus erat.
   48 Et omnis turba eorum, qui simul aderant ad spectaculum istud, et videbant quæ fiebant, percutientes pectora sua revertebantur.
   49 Stabant autem omnes noti ejus a longe, et mulieres, quæ secutæ eum erant a Galilæa, hæc videntes.
   50 Et ecce vir nomine Joseph, qui erat decurio, vir bonus et justus :
   51 hic non consenserat consilio, et actibus eorum : ab Arimathæa civitate Judææ, qui exspectabat et ipse regnum Dei :
   52 hic accessit ad Pilatum et petiit corpus Jesu :
   53 et depositum involvit sindone, et posuit eum in monumento exciso, in quo nondum quisquam positus fuerat.
   54 Et dies erat parasceves, et sabbatum illucescebat.
   55 Subsecutæ autem mulieres, quæ cum eo venerant de Galilæa, viderunt monumentum, et quemadmodum positum erat corpus ejus.
   56 Et revertentes paraverunt aromata, et unguenta : et sabbato quidem siluerunt secundum mandatum.

Luc 24

   1 Una autem sabbati valde diluculo venerunt ad monumentum, portantes quæ paraverant aromata :
   2 et invenerunt lapidem revolutum a monumento.
   3 Et ingressæ non invenerunt corpus Domini Jesu.
   4 Et factum est, dum mente consternatæ essent de isto, ecce duo viri steterunt secus illas in veste fulgenti.
   5 Cum timerent autem, et declinarent vultum in terram, dixerunt ad illas : Quid quæritis viventem cum mortuis ?
   6 non est hic, sed surrexit : recordamini qualiter locutus est vobis, cum adhuc in Galilæa esset,
   7 dicens : Quia oportet Filium hominis tradi in manus hominum peccatorum, et crucifigi, et die tertia resurgere.
   8 Et recordatæ sunt verborum ejus.
   9 Et regressæ a monumento nuntiaverunt hæc omnia illis undecim, et ceteris omnibus.
   10 Erat autem Maria Magdalene, et Joanna, et Maria Jacobi, et ceteræ quæ cum eis erant, quæ dicebant ad apostolos hæc.
   11 Et visa sunt ante illos sicut deliramentum verba ista, et non crediderunt illis.
   12 Petrus autem surgens cucurrit ad monumentum : et procumbens vidit linteamina sola posita, et abiit secum mirans quod factum fuerat.
   13 Et ecce duo ex illis ibant ipsa die in castellum, quod erat in spatio stadiorum sexaginta ab Jerusalem, nomine Emmaus.
   14 Et ipsi loquebantur ad invicem de his omnibus quæ acciderant.
   15 Et factum est, dum fabularentur, et secum quærerent : et ipse Jesus appropinquans ibat cum illis :
   16 oculi autem illorum tenebantur ne eum agnoscerent.
   17 Et ait ad illos : Qui sunt hi sermones, quos confertis ad invicem ambulantes, et estis tristes ?
   18 Et respondens unus, cui nomen Cleophas, dixit ei : Tu solus peregrinus es in Jerusalem, et non cognovisti quæ facta sunt in illa his diebus ?
   19 Quibus ille dixit : Quæ ? Et dixerunt : De Jesu Nazareno, qui fuit vir propheta, potens in opere et sermone coram Deo et omni populo :
   20 et quomodo eum tradiderunt summi sacerdotes et principes nostri in damnationem mortis, et crucifixerunt eum :
   21 nos autem sperabamus quia ipse esset redempturus Israël : et nunc super hæc omnia, tertia dies est hodie quod hæc facta sunt.
   22 Sed et mulieres quædam ex nostris terruerunt nos, quæ ante lucem fuerunt ad monumentum,
   23 et non invento corpore ejus, venerunt, dicentes se etiam visionem angelorum vidisse, qui dicunt eum vivere.
   24 Et abierunt quidam ex nostris ad monumentum : et ita invenerunt sicut mulieres dixerunt, ipsum vero non invenerunt.
   25 Et ipse dixit ad eos : O stulti, et tardi corde ad credendum in omnibus quæ locuti sunt prophetæ !
   26 Nonne hæc oportuit pati Christum, et ita intrare in gloriam suam ?
   27 Et incipiens a Moyse, et omnibus prophetis, interpretabatur illis in omnibus scripturis quæ de ipso erant.
   28 Et appropinquaverunt castello quo ibant : et ipse se finxit longius ire.
   29 Et coëgerunt illum, dicentes : Mane nobiscum, quoniam advesperascit, et inclinata est jam dies. Et intravit cum illis.
   30 Et factum est, dum recumberet cum eis, accepit panem, et benedixit, ac fregit, et porrigebat illis.
   31 Et aperti sunt oculi eorum, et cognoverunt eum : et ipse evanuit ex oculis eorum.
   32 Et dixerunt ad invicem : Nonne cor nostrum ardens erat in nobis dum loqueretur in via, et aperiret nobis Scripturas ?
   33 Et surgentes eadem hora regressi sunt in Jerusalem : et invenerunt congregatos undecim, et eos qui cum illis erant,
   34 dicentes : Quod surrexit Dominus vere, et apparuit Simoni.
   35 Et ipsi narrabant quæ gesta erant in via, et quomodo cognoverunt eum in fractione panis.
   36 Dum autem hæc loquuntur, stetit Jesus in medio eorum, et dicit eis : Pax vobis : ego sum, nolite timere.
   37 Conturbati vero et conterriti, existimabant se spiritum videre.
   38 Et dixit eis : Quid turbati estis, et cogitationes ascendunt in corda vestra ?
   39 videte manus meas, et pedes, quia ego ipse sum ; palpate et videte, quia spiritus carnem et ossa non habet, sicut me videtis habere.
   40 Et cum hoc dixisset, ostendit eis manus et pedes.
   41 Adhuc autem illis non credentibus, et mirantibus præ gaudio, dixit : Habetis hic aliquid quod manducetur ?
   42 At illi obtulerunt ei partem piscis assi et favum mellis.
   43 Et cum manducasset coram eis, sumens reliquias dedit eis.
   44 Et dixit ad eos : Hæc sunt verba quæ locutus sum ad vos cum adhuc essem vobiscum, quoniam necesse est impleri omnia quæ scripta sunt in lege Moysi, et prophetis, et Psalmis de me.
   45 Tunc aperuit illis sensum ut intelligerent Scripturas,
   46 et dixit eis : Quoniam sic scriptum est, et sic oportebat Christum pati, et resurgere a mortuis tertia die :
   47 et prædicari in nomine ejus pœnitentiam, et remissionem peccatorum in omnes gentes, incipientibus ab Jerosolyma.
   48 Vos autem testes estis horum.
   49 Et ego mitto promissum Patris mei in vos ; vos autem sedete in civitate, quoadusque induamini virtute ex alto.
   50 Eduxit autem eos foras in Bethaniam, et elevatis manibus suis benedixit eis.
   51 Et factum est, dum benediceret illis, recessit ab eis, et ferebatur in cælum.
   52 Et ipsi adorantes regressi sunt in Jerusalem cum gaudio magno :
   53 et erant semper in templo, laudantes et benedicentes Deum. Amen.

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées