Comparer
Matthieu 5:38-42TR1550 38 ἠκούσατε ὅτι ἐῤῥέθη ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος
TR1550 39 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιάν σου σιαγόνα στρέψον αὐτῷ καὶ τὴν ἄλλην
TR1550 40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον
TR1550 41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἓν ὕπαγε μετ᾽ αὐτοῦ δύο
TR1550 42 τῷ αἰτοῦντί σε δίδου καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées