Lueur.org - Un éclairage sur la foi
Matthieu 17-19
(Stephanus 1550)
   1 καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ ἰησοῦς τὸν πέτρον καὶ ἰάκωβον καὶ ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν 2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς 3 καὶ ἰδού ὤφθησαν αὐτοῖς μωσῆς καὶ ἠλίας μετ᾽ αὐτοῦ συλλαλοῦντες 4 ἀποκριθεὶς δὲ ὁ πέτρος εἰπεν τῷ ἰησοῦ κύριε καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι εἰ θέλεις ποιήσωμεν ὧδε τρεῖς σκηνάς σοὶ μίαν καὶ μωσῇ μίαν καὶ μίαν ἠλίᾳ 5 ἔτι αὐτοῦ λαλοῦντος ἰδού νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς καὶ ἰδού φωνὴ ἐκ τῆς νεφέλης λέγουσα οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἐν ᾧ εὐδόκησα αὐτοῦ ἀκούετε 6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα 7 καὶ προσελθὼν ὁ ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν ἐγέρθητε καὶ μὴ φοβεῖσθε 8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν ἰησοῦν μόνον 9 καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ ἰησοῦς λέγων μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ 10 καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι ἠλίαν δεῖ ἐλθεῖν πρῶτον 11 ὁ δὲ ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς ἠλίας μὲν ἔρχεται πρῶτον καὶ ἀποκαταστήσει πάντα 12 λέγω δὲ ὑμῖν ὅτι ἠλίας ἤδη ἦλθεν καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλ᾽ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν 13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς 14 καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτῷ καὶ λέγων 15 κύριε ἐλέησόν μου τὸν υἱόν ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι 17 ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε ἔσομαι μεθ᾽ ὑμῶν ἕως πότε ἀνέξομαι ὑμῶν φέρετέ μοι αὐτὸν ὧδε 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ ἰησοῦς καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης 19 τότε προσελθόντες οἱ μαθηταὶ τῷ ἰησοῦ κατ᾽ ἰδίαν εἶπον διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό 20 ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς διὰ τὴν ἀπιστίαν ὑμῶν ἀμὴν γὰρ λέγω ὑμῖν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβηθι ἔντεῦθεν ἐκεῖ καὶ μεταβήσεται καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν 21 τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ 22 ἀναστρεφομένων δὲ αὐτῶν ἐν τῇ γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ ἰησοῦς μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων 23 καὶ ἀποκτενοῦσιν αὐτόν καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται καὶ ἐλυπήθησαν σφόδρα 24 ἐλθόντων δὲ αὐτῶν εἰς καπερναούμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ πέτρῳ καὶ εἶπον ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα 25 λέγει ναί καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ ἰησοῦς λέγων τί σοι δοκεῖ σίμων οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων 26 λέγει αὐτῷ ὁ πέτρος ἀπὸ τῶν ἀλλοτρίων ἔφη αὐτῷ ὁ ἰησοῦς ἄραγε ἐλεύθεροί εἰσιν οἱ υἱοί 27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ

Matthieu 18

   1 ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ ἰησοῦ λέγοντες τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν 2 καὶ προσκαλεσάμενος ὁ ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν 3 καὶ εἶπεν ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν 4 ὅστις οὖν ταπεινώσῃ ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν 5 καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται 6 ὃς δ᾽ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης 7 οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ τὸ σκάνδαλον ἔρχεται 8 εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε ἔκκοψον αὐτὰ καὶ βάλε ἀπὸ σοῦ καλόν σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν ἢ κυλλόν ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον 9 καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ καλόν σοι ἐστὶν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός 10 ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσιν τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς 11 ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός 12 τί ὑμῖν δοκεῖ ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν οὐχὶ ἀφεῖς τὰ ἐννενήκονταεννέα ἐπὶ τὰ ὄρη πορευθεὶς ζητεῖ τὸ πλανώμενον 13 καὶ ἐὰν γένηται εὑρεῖν αὐτό ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾽ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐννενηκονταεννέα τοῖς μὴ πεπλανημένοις 14 οὕτως οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται εἲς τῶν μικρῶν τούτων 15 ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου ἐάν σου ἀκούσῃ ἐκέρδησας τὸν ἀδελφόν σου 16 ἐὰν δὲ μὴ ἀκούσῃ παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα 17 ἐὰν δὲ παρακούσῃ αὐτῶν εἰπὲ τῇ ἐκκλησίᾳ ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης 18 ἀμὴν λέγω ὑμῖν ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν τῷ οὐρανῷ 19 πάλιν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς 20 οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν 21 τότε προσελθὼν αὐτῷ ὁ πέτρος εἶπεν κύριε ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ ἕως ἑπτάκις 22 λέγει αὐτῷ ὁ ἰησοῦς οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά 23 διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ 24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχεν καὶ ἀποδοθῆναι 26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων κύριε μακροθύμησον ἐπ᾽ ἐμοί καὶ πάντα σοι ἀποδώσω 27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ 28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων ἀπόδος μοι ὁ τι ὀφείλεις 29 πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εὶς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων μακροθύμησον ἐπ᾽ ἐμοί καὶ πάντα ἀποδώσω σοι 30 ὁ δὲ οὐκ ἤθελεν ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον 31 ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἀυτῶν πάντα τὰ γενόμενα 32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ δοῦλε πονηρέ πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι ἐπεὶ παρεκάλεσάς με 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου ὡς καὶ ἐγώ σὲ ἠλέησα 34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ 35 οὕτως καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν

Matthieu 19

   1 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ἰησοῦς τοὺς λόγους τούτους μετῆρεν ἀπὸ τῆς γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς ἰουδαίας πέραν τοῦ ἰορδάνου 2 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ 3 καὶ προσῆλθον αὐτῷ οἱ φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες αὐτῷ εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν 4 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπ᾽ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς 5 καὶ εἶπεν ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν 6 ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω 7 λέγουσιν αὐτῷ τί οὖν μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν 8 λέγει αὐτοῖς ὅτι μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως 9 λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ εἰ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται 10 λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός οὐ συμφέρει γαμῆσαι 11 ὁ δὲ εἶπεν αὐτοῖς οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον ἀλλ᾽ οἷς δέδοται 12 εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ὁ δυνάμενος χωρεῖν χωρείτω 13 τότε προσηνέχθη αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς 14 ὁ δὲ ἰησοῦς εἶπεν ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν 15 καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας ἐπορεύθη ἐκεῖθεν 16 καὶ ἰδού εἷς προσελθὼν εἶπεν αὐτῷ διδάσκαλε ἀγαθε τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον 17 ὁ δὲ εἰπεν αὐτῷ τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθός εἰ μὴ εἷς ὁ φεός εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωὴν τήρησον τὰς ἐντολάς 18 λέγει αὐτῷ ποίας ὁ δὲ ἰησοῦς εἶπεν τὸ οὐ φονεύσεις οὐ μοιχεύσεις οὐ κλέψεις οὐ ψευδομαρτυρήσεις 19 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα καί ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν 20 λέγει αὐτῷ ὁ νεανίσκος πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου τί ἔτι ὑστερῶ 21 ἔφη αὐτῷ ὁ ἰησοῦς εἰ θέλεις τέλειος εἶναι ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ καὶ δεῦρο ἀκολούθει μοι 22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος ἦν γὰρ ἔχων κτήματα πολλά 23 ὁ δὲ ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν 24 πάλιν δὲ λέγω ὑμῖν εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν 25 ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες τίς ἄρα δύναται σωθῆναι 26 ἐμβλέψας δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν παρὰ δὲ θεῷ πάντα δυνατά ἐστίν 27 τότε ἀποκριθεὶς ὁ πέτρος εἰπεν αὐτῷ ἰδού ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι τί ἄρα ἔσται ἡμῖν 28 ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ἰσραήλ 29 καὶ πᾶς ὅς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκά ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει 30 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι

Références croisées

17:1 Mc 9:2-13, Lc 9:28-36, Mt 26:37, Mc 5:37, Lc 8:51, 2Co 13:1, 2P 1:18
Réciproques : 1R 19:11, Mt 4:21, Mt 10:2, Jn 1:14, Jn 20:26, Ac 3:1, 2P 1:16
17:2 Lc 9:29, Rm 12:2, Ph 2:6-7, Mt 28:3, Ex 34:29-35, Jn 1:14, Jn 17:24, Ac 26:13-15, Ap 1:13-17, Ap 10:1, Ap 19:12-13, Ap 20:11, Ps 104:2, Mc 9:3
Réciproques : Ex 24:10, Ps 18:12, Ps 45:2, Ec 8:1, Ct 5:15, Ct 6:10, Es 33:17, Dn 7:9, Dn 10:6, Ha 3:4, Mc 9:2, Jn 20:12, Ac 1:10, Ac 6:15, Ac 22:6, Ph 2:8, Ph 3:21, Ap 1:17, Ap 19:8
17:3 Mc 9:4, Lc 9:30-31, Mt 11:13-14, Dt 18:18, Dt 34:5-6, Dt 34:10, Lc 24:27, Lc 24:44, Jn 1:17, Jn 5:45-47, 2Co 3:7-11, He 3:1-6, Mt 17:10-13, 1R 17:1, 1R 18:36-40, 2R 2:11-14, Ml 4:5, Lc 1:17, Lc 9:33, Lc 16:16
Réciproques : Ac 7:37, 2P 1:17
17:4 Mc 9:5-6, Lc 9:33, Ex 33:18-19, Ps 4:6, Ps 16:11, Ps 63:1-5, Es 33:17, Za 9:17, Jn 14:8-9, Jn 17:24, Ph 1:23, 1Jn 3:2, Ap 21:23, Ap 22:3-5
Réciproques : Ex 18:17, Ex 38:21, Mt 17:10, Mc 9:4, Lc 9:30, Ac 3:22, Ac 26:22
17:5 Ex 40:34-35, 1R 8:10-12, Ps 18:10-11, Lc 9:34, Ac 1:9, Ap 1:7, Ex 19:19, Dt 4:11-12, Dt 5:22, Jb 38:1, Ps 81:7, Jn 5:37, Jn 12:28-30, Ac 9:3-6, Mt 3:17, Mc 1:11, Mc 9:7, Lc 3:22, Lc 9:35, Jn 3:16, Jn 3:35, Jn 5:20-23, Ep 1:6, Col 1:13, 2P 1:16-17, Mt 12:18, Es 42:1, Es 42:21, Jn 15:9-10, Dt 18:15, Dt 18:19, Ac 3:22-23, Ac 7:37, He 1:1-2, He 2:1-3, He 5:9, He 12:25-26
Réciproques : Gn 41:55, Gn 49:10, Ex 16:10, Ex 19:9, Ex 23:21, Ex 24:15, 2S 12:25, 2S 22:20, Jb 37:11, Ps 2:7, Ps 18:12, Ps 22:8, Ps 60:5, Ps 85:11, Ps 95:7, Ps 108:6, Pr 1:33, Pr 4:20, Pr 8:30, Pr 22:17, Es 49:3, Es 49:5, Es 53:10, Es 55:3, Ez 1:28, Mt 5:22, Mt 11:29, Mt 12:42, Mt 12:50, Mt 14:33, Mt 23:8, Mc 12:6, Lc 6:47, Lc 8:21, Lc 20:13, Jn 1:34, Jn 5:32, Jn 6:27, Jn 6:29, Jn 6:45, Jn 8:29, Jn 10:16, Jn 10:27, Ac 26:22, 1Co 3:23, 2Co 1:19, Ep 4:21, He 3:7, 1Jn 3:22, 1Jn 5:7, 1Jn 5:9, Ap 2:18, Ap 14:14
17:6 Lv 9:24, Jg 13:20, Jg 13:22, 1Ch 21:16, Ez 3:23, Ez 43:3, Dn 8:17, Dn 10:7-9, Dn 10:16-17, Ac 22:7, Ac 26:14, 2P 1:18
Réciproques : Gn 17:3, Gn 28:17, Ex 3:6, Ez 1:28, Dn 10:8, Lc 5:8, Ac 7:32
17:7 Dn 8:18, Dn 9:21, Dn 10:10, Dn 10:18, Ap 1:17, Lc 24:5, Ac 9:6
Réciproques : Nb 14:27, Ez 2:1
17:8 Mc 9:8, Lc 9:36, Ac 12:10-11
Réciproques : Dn 8:17
17:9 Mt 16:20, Mc 8:30, Mc 9:9-10, Lc 8:56, Lc 9:21-22, Mt 17:23, Mt 16:21, Lc 18:33-34, Lc 24:46-47
Réciproques : Es 1:1, Ez 1:1, Mt 8:4, Mt 9:30, Mt 12:16, Mt 28:6, Mc 5:43, Lc 9:36
17:10 Mt 17:3-4, Mt 11:14, Mt 27:47-49, Ml 4:5-6, Mc 9:11, Jn 1:21, Jn 1:25
Réciproques : Ml 3:1, Mc 6:15, Lc 9:8, Ap 20:4
17:11 Ml 4:6, Lc 1:16-17, Lc 3:3-14, Ac 3:21
Réciproques : Mc 6:15, Mc 9:2, Mc 9:11, Mc 15:35, Lc 20:4
17:12 Mt 11:9-15, Mt 21:23-25, Mt 21:32, Mc 9:12-13, Mc 11:30-32, Lc 7:33, Jn 1:11, Jn 5:32-36, Ac 13:24-28, Mt 11:2, Mt 14:3-10, Mc 6:14-28, Lc 3:19-20, Ac 7:52, Mt 16:21, Es 53:3-12, Lc 9:21-25, Ac 2:23, Ac 3:14-15, Ac 4:10
Réciproques : Mt 3:1, Mt 14:10, Mt 21:25, Lc 1:17, Lc 9:22, Lc 20:4, Ac 3:21
17:13 Mt 11:14
Réciproques : Mt 3:1, Mt 11:9, Mt 21:25, Mc 9:13
17:14 Mc 9:14-29, Lc 9:37-43, Mc 1:40, Mc 10:17, Ac 10:25-26
Réciproques : Mt 9:18, Lc 9:33, Jn 4:46
17:15 Mt 15:22, Mc 5:22-23, Mc 9:22, Lc 9:38-42, Jn 4:46-47, Mt 4:24, Mc 9:17-18, Mc 9:20-22, Mt 8:31-32, Jb 1:10-19, Jb 2:7, Mc 5:4-5
Réciproques : Mt 9:27, Lc 6:18
17:16 Mt 17:19-20, 2R 4:29-31, Lc 9:40, Ac 3:16, Ac 19:15-16
Réciproques : Jg 16:20, 2R 4:31, Mc 9:18
17:17 Mt 6:30, Mt 8:26, Mt 13:58, Mt 16:8, Mc 9:19, Mc 16:14, Lc 9:41, Lc 24:25, Jn 20:27, He 3:16-19, Ex 10:3, Ex 16:28, Nb 14:11, Nb 14:27, Ps 95:10, Pr 1:22, Pr 6:9, Jr 4:14, Ac 13:18
Réciproques : Nb 20:12, Dt 32:5, Dt 32:20, Js 7:7, Ps 62:3, Ps 82:2, Es 49:4, Mt 12:41, Mt 17:20, Mt 17:26, Lc 12:28, Ac 2:40, Ac 9:39, Ph 2:15, 2Th 3:2, He 5:12
17:18 Mt 12:22, Mc 1:34, Mc 5:8, Mc 9:25-27, Lc 4:35-36, Lc 4:41, Lc 8:29, Lc 9:42, Ac 16:18, Ac 19:13-15, Mt 9:22, Mt 15:28, Jn 4:52-53
Réciproques : Mt 4:24
17:19 Mc 4:10, Mc 9:28
Réciproques : Jg 1:19, Jb 22:30, Ps 106:34, Mt 17:16, Mt 24:3, Mc 9:18, Ac 3:16, 1Co 12:9, 2Co 6:13
17:20 Mt 17:17, Mt 14:30-31, He 3:19, Mt 21:21, Mc 11:23, Lc 17:6, 1Co 12:9, 1Co 13:2, Mt 13:31, Mc 4:31, Mc 9:23, Lc 1:37, Lc 18:27
Réciproques : Nb 20:12, Js 7:7, Jg 1:19, Jg 16:20, Jb 22:30, Mt 5:18, Mt 8:13, Mt 14:29, Mt 17:16, Mc 5:36, Mc 9:28, Mc 16:14, Lc 8:25, Lc 9:40, Lc 12:28, Lc 13:19, Ac 3:16, Jc 5:15
17:21 Mt 12:45, 1R 17:20-21, Dn 9:3, Mc 9:29, Ac 13:2-3, Ac 14:23, 1Co 7:5, 2Co 11:27, Ep 6:18
Réciproques : Lc 9:40, Lc 17:6, Jc 5:15
17:22 Mt 16:21, Mt 20:17-18, Mc 8:31, Mc 9:30-31, Mc 10:33-34, Lc 9:22, Lc 9:44, Lc 18:31-34, Lc 24:6-7, Lc 24:26, Lc 24:46, Mt 24:10, Mt 26:16, Mt 26:46, Ac 7:52, 1Co 11:23
Réciproques : Mt 26:2, Lc 17:25, Lc 24:44, Jn 18:4
17:23 Ps 22:15, Ps 22:22-31, Es 53:7, Es 53:10-12, Dn 9:26, Za 13:7, Ps 16:10, Jn 2:19, Ac 2:23-31, 1Co 15:3-4, Jn 16:6, Jn 16:20-22
Réciproques : Gn 22:4, Mt 12:40, Mt 16:21, Mt 17:9, Mt 20:18, Mt 27:63, Mt 28:6, Mc 10:33, Lc 9:44, Lc 17:25, Lc 18:31, Lc 24:6, Lc 24:44, Jn 18:4
17:24 Mc 9:33, Ex 30:13, Ex 38:26
Réciproques : 2Ch 24:9, Ne 10:32, Mt 4:13, Mt 11:23, Mt 26:17, Lc 9:50, Rm 13:6
17:25 Mt 3:15, Mt 22:21, Rm 13:6-7, 1S 17:25
Réciproques : Dt 15:3, Esd 4:13, Mt 8:14, Mt 21:28, Mt 26:17, Mc 12:14, Mc 12:17, Lc 10:36, 1Th 4:15
17:26 Mt 17:17
Réciproques : Dt 15:3, 1S 17:25, Lc 9:50, Lc 16:8, 1Th 5:22
17:27 Mt 15:12-14, Rm 14:21, Rm 15:1-3, 1Co 8:9, 1Co 8:13, 1Co 9:19-22, 1Co 10:32-33, 2Co 6:3, 1Th 5:22, Tt 2:7-8, Gn 1:28, 1R 17:4, Ps 8:8, Jon 1:17, Jon 2:10, He 2:7-8, 2Co 8:9, Jc 2:5
Réciproques : Ec 10:19, Ha 1:15, Lc 5:4, Lc 20:25, Lc 23:2
17:1 Mc 9:33-37, Mt 20:20-28, Mt 23:11, Mc 9:34, Mc 10:35-45, Lc 9:46-48, Lc 22:24-27, Rm 12:10, Ph 2:3, Mt 3:2, Mt 5:19-20, Mt 7:21, Mc 10:14-15
Réciproques : Mt 5:3, Mt 18:4, Mt 20:21, Ac 8:19, Rm 12:3, Rm 12:16
17:2 Mt 19:13-14, 1R 3:7, Jr 1:7, Mc 9:36-37
Réciproques : Ps 34:11, Mt 7:13, Lc 9:47
17:3 Mt 5:18, Mt 6:2, Mt 6:5, Mt 6:16, Jn 1:51, Jn 3:3, Mt 13:15, Ps 51:10-13, Ps 131:2, Es 6:10, Mc 4:12, Lc 22:32, Ac 3:19, Ac 28:27, Jc 5:19-20, Mc 10:14-15, Lc 18:16-17, 1Co 14:20, 1P 2:2, Mt 5:20, Mt 19:23, Lc 13:24, Jn 3:5, Ac 14:22, 2P 1:11
Réciproques : 1R 3:7, Ps 51:13, Mt 7:13, Mt 7:21, Mt 10:42, Mt 11:25, Mt 19:14, Mt 20:25, Mt 21:31, Mc 9:37, Mc 10:23, Lc 17:2, Lc 22:26, Jn 6:53, Ac 8:31, Ac 18:26, Ep 4:14
17:4 Mt 23:11-12, Ps 131:1-2, Es 57:15, Lc 14:11, 1P 5:5, Jc 4:10, Mt 18:1, Mt 20:26-27, Mc 10:43, Lc 9:48
Réciproques : 1S 15:17, 1R 3:7, Pr 29:23, Jr 13:18, Mt 11:25, Mt 20:25, Mc 10:14, Lc 18:16, Ac 8:31, Ac 10:33, Ac 18:26, 1Co 3:18, Ep 4:14
17:5 Mt 10:40-42, Mt 25:40, Mt 25:45, Mc 9:41, Lc 9:48, Lc 17:1-2, Mc 9:37, Jn 13:20, Ga 4:14
Réciproques : Pr 25:9, Mt 5:20, Mt 10:14, Lc 10:16, Jn 1:12, Rm 14:1, Phm 1:17
17:6 Ps 105:15, Za 2:8, Mc 9:42, Lc 17:1-2, Ac 9:5, Rm 14:13-15, Rm 14:21, Rm 15:1-3, 1Co 8:9-13, 1Co 10:32-33, 2Th 1:6-9, Mt 18:10, Mt 18:14, Za 13:7, Lc 17:2
Réciproques : Ex 15:5, Dt 22:8, Ps 73:15, Mt 5:30, Mt 25:40, Mc 14:21, Lc 9:48, Rm 14:20, 1Co 9:15, 2Co 6:3, Ph 1:10, Ph 2:4
17:7 Gn 13:7, 1S 2:17, 1S 2:22-25, 2S 12:14, Lc 17:1, Rm 2:23-24, 1Tm 5:14-15, 1Tm 6:1, Tt 2:5, Tt 2:8, 2P 2:2, Mc 13:7, Ac 1:16, 1Co 11:19, 2Th 2:3-12, 1Tm 4:1-3, 2Tm 3:1-5, 2Tm 4:3-4, Jud 1:4, Mt 13:41-42, Mt 23:13-28, Mt 26:24, Jn 17:12, Ac 1:18-20, 2P 2:3, 2P 2:15-17, Jud 1:11-13, Ap 2:14-15, Ap 2:20-23, Ap 19:20-21
Réciproques : Nb 32:15, Dt 22:8, 1S 2:24, 1R 14:16, Ps 73:15, Mt 5:30, Mt 11:6, Mt 11:21, Mt 16:23, Mc 14:21, Rm 14:13, Rm 14:21, Rm 16:17, 1Co 8:9, Ph 1:10, 1Jn 2:10
17:8 Mt 5:29-30, Mt 14:3-4, Dt 13:6-8, Mc 9:43-48, Lc 14:26-27, Lc 14:33, Lc 18:22-23, Es 2:20-21, Es 30:22, Ez 18:31, Rm 13:12, Ph 3:8-9, Mt 15:30-31, Mt 25:41, Mt 25:46, Es 33:14, Mc 9:48-49, Lc 16:24, 2Th 1:8-9, Ap 14:10, Ap 20:15, Ap 21:8
Réciproques : Ps 18:23, Pr 23:2, Es 30:33, Mt 5:22
17:9 Mt 19:17, Mt 19:23, Mt 19:24, Ac 14:22, He 4:11, Ap 21:27, Mt 16:26, Lc 9:24-25
Réciproques : Dt 32:22, Ps 18:23, Pr 23:2, Es 30:33, Mt 5:22, Mt 5:29, Mc 9:43, Lc 16:23
17:10 Mt 18:6, Mt 18:14, Mt 12:20, Ps 15:4, Za 4:10, Lc 10:16, Rm 14:1-3, Rm 14:10, Rm 14:13-15, Rm 14:21, Rm 15:1, 1Co 8:8-13, 1Co 9:22, 1Co 11:22, 1Co 16:11, 2Co 10:1, 2Co 10:10, Ga 4:13-14, Ga 6:1, 1Th 4:8, 1Tm 4:12, Mt 1:20, Mt 2:13, Mt 2:19, Mt 24:31, Gn 32:1-2, 2R 6:16-17, Ps 34:7, Ps 91:11, Za 13:7, Lc 16:22, Ac 5:19, Ac 10:3, Ac 12:7-11, Ac 12:23, Ac 27:23, He 1:14, 2S 14:28, 1R 22:19, Est 1:14, Ps 17:15, Lc 1:19
Réciproques : Gn 33:10, Jb 1:6, Jr 52:25, Za 6:5, Mt 7:21, Mt 10:42, Mt 22:30, Mt 25:40, Mc 9:37, Mc 9:42, Mc 10:14, Lc 9:48, Lc 15:10, Lc 17:2, Jn 21:15, Ac 12:15, Rm 14:3, 1Co 8:9, 1Co 8:12, 1Co 11:10, 1Co 13:12, Ap 8:2, Ap 21:12
17:11 Mt 9:12-13, Mt 10:6, Mt 15:24, Lc 9:56, Lc 15:24, Lc 15:32, Lc 19:10, Jn 3:17, Jn 10:10, Jn 12:47, 1Tm 1:15
Réciproques : Ps 72:13, Es 42:3, Es 62:12, Jr 50:6, Ez 34:16, Za 13:7, Mc 2:17, Lc 5:32, Lc 15:10, Jn 3:15, Jn 21:15, 1Co 8:12
17:12 Mt 21:28, Mt 22:42, 1Co 10:15, Mt 12:11, Ps 119:176, Es 53:6, Jr 50:6, Ez 34:16, Ez 34:28, Lc 15:4-7, Jn 10:11-21, 1P 2:25, 1R 21:17, Ez 34:6, Ez 34:12
Réciproques : Dt 22:1, Es 27:12, Ez 34:4, Dn 2:18, Lc 12:32, Ga 6:1
17:13 Ps 147:11, Es 53:11, Es 62:5, Jr 32:37-41, Mi 7:18, So 3:17, Lc 15:5-10, Lc 15:23, Lc 15:24, Jn 4:34-36, Jc 2:13
Réciproques : Dt 22:1, Ps 119:176, Ez 34:4, Lc 15:4, Lc 15:7
17:14 Lc 12:32, Jn 6:39-40, Jn 10:27-30, Jn 17:12, Rm 8:28-39, Ep 1:5-7, 1P 1:3-5, Mt 5:16, Mt 6:9, Mt 6:32, Es 40:11, Za 13:7, Jn 21:15, 1Co 8:11-13, 2Tm 2:10, He 12:13, 2P 3:9
Réciproques : Mt 10:42, Mt 18:6, Mt 18:10, Lc 9:48, Lc 12:30, Lc 15:10, Lc 17:2
17:15 Mt 18:35, Lv 6:2-7, Lc 17:3-4, 1Co 6:6-8, 1Co 8:12, 2Co 7:12, Col 3:13, 1Th 4:6, Lv 19:17, Ps 141:5, Pr 25:9-10, Pr 11:30, Rm 12:21, 1Co 9:19-21, Jc 5:19-20, 1P 3:1
Réciproques : Gn 9:22, Gn 21:25, Gn 45:1, Ex 22:9, Js 22:13, Jg 11:12, Jg 20:12, 2S 13:22, Pr 27:5, Pr 28:23, Ez 3:20, Mt 5:24, Mt 18:21, 1Co 6:1, Ep 5:11, 2Th 3:15, 1Tm 5:1, Tt 3:10, Jc 5:16
17:16 Nb 35:30, Dt 17:6, Dt 19:15, 1R 21:13, Jn 8:17, 2Co 13:1, 1Tm 5:19, He 10:28, 1Jn 5:7-8, Ap 11:3
Réciproques : Gn 31:37, Jg 11:12, Lc 17:4, 1Co 5:4
17:17 Ac 6:1-3, Ac 15:6-7, 1Co 5:4-5, 1Co 6:1-4, 2Co 2:6-7, 3Jn 1:9-10, Rm 16:17-18, 1Co 5:3-5, 1Co 5:9-13, 2Th 3:6, 2Th 3:14, 2Th 3:15, 1Tm 6:5, 2Jn 1:10-11, Mt 6:7, Esd 6:21, Ez 11:12, 2Co 6:14-17, Ep 4:17-19, Ep 5:11-12, Mt 5:46, Mt 11:19, Mt 21:31-32, Lc 15:1, Lc 18:11, Lc 19:2-3
Réciproques : Lv 13:3, Lv 14:40, Js 22:15, Esd 10:8, Ne 5:7, Ps 59:8, Pr 22:10, Mt 16:18, Mc 2:16, Jn 9:34, 1Co 5:11, 1Co 5:13, 1Tm 1:20, 1Tm 5:8
17:18 Mt 16:19, Jn 20:23, Ac 15:23-31, 1Co 5:4-5, 2Co 2:10, Ap 3:7-8
Réciproques : Lv 13:3, Es 22:22, Mt 5:18, Jn 9:34, 2Co 13:3, 1Tm 3:15
17:19 Mt 5:24, Mt 21:22, Mc 11:24, Jn 15:7, Jn 15:16, Ac 1:14, Ac 2:1-2, Ac 4:24-31, Ac 6:4, Ac 12:5, Ep 6:18-20, Ph 1:19, Jc 5:14-16, 1Jn 3:22, 1Jn 5:14-16, Ap 11:4-6, Jn 14:13-14, Jn 16:23
Réciproques : 1R 2:20, Es 22:22, Ez 14:16, Dn 2:18, Ml 3:16, Mt 7:21, Mt 24:14, Ac 4:31, Ac 8:15, Ac 12:12, 1P 3:7
17:20 Gn 49:10, Jn 20:19, Jn 20:26, 1Co 5:4, 1Th 1:1, Phm 1:2, Mt 28:20, Ex 20:24, Za 2:5, Jn 8:58, Ap 1:11-13, Ap 2:1, Ap 21:3
Réciproques : Gn 4:16, Gn 28:15, Ex 3:14, Lv 23:44, Js 6:27, 2Ch 17:3, 2Ch 20:9, Ps 46:5, Ct 6:2, Ct 7:5, Ct 8:13, Es 4:5, Ez 14:16, Ez 46:10, So 2:1, Ag 1:13, Ml 3:16, Mt 26:11, Mt 26:29, Lc 24:15, Jn 4:21, Jn 14:18, Jn 20:24, Ac 1:14, Ac 4:31, Ac 12:12, Ac 15:6, Rm 16:5, He 10:25
17:21 Mt 18:15, Lc 17:3-4
Réciproques : Pr 19:11, Za 8:23, Mt 5:22, Mt 6:12, Mt 6:14, 1Co 8:12, Ep 4:32, Col 3:13, Phm 1:12
17:22 Mt 6:11-12, Mt 6:14, Mt 6:15, Es 55:7, Mi 7:19, Mc 11:25-26, Rm 12:21, Ep 4:26, Ep 4:31, Ep 4:32, Ep 5:1, Col 3:13, 1Tm 2:8
Réciproques : Gn 4:24, Pr 19:11, Ec 11:2, Za 8:23, Lc 17:4
17:23 Mt 3:2, Mt 13:24, Mt 13:31, Mt 13:33, Mt 13:44, Mt 13:45, Mt 13:47, Mt 13:52, Mt 25:1, Mt 25:14, Mt 25:19-30, Lc 16:1-2, Lc 19:12-27, Rm 14:12, 1Co 4:5, 2Co 5:10-11
Réciproques : Gn 40:20, Dn 6:2, Mc 11:25, Lc 7:41, Lc 19:15
17:24 Lc 7:41-42, Lc 13:4, Lc 16:5, Lc 16:7, 1Ch 29:7, Esd 9:6, Ps 38:4, Ps 40:12, Ps 130:3-4
Réciproques : Gn 44:10, Est 3:9, Mt 25:15, Mt 25:19, Lc 16:1
17:25 Lv 25:39, 2R 4:1, Ne 5:5, Ne 5:8, Es 50:1
Réciproques : Gn 17:13, Gn 44:10, Ex 21:2, Dt 15:2, Dt 32:30, Jg 4:2, 1S 22:2, Pr 6:31, Pr 22:7, Lc 7:42, Rm 7:14
17:26 Mt 18:29, Lc 7:43, Rm 10:3
Réciproques : Jg 9:7, Mt 8:2, Lc 7:42
17:27 Jg 10:16, Ne 9:17, Ps 78:38, Ps 86:5, Ps 86:15, Ps 145:8, Os 11:8
Réciproques : Ne 10:31, Ez 18:17, Lc 6:30
17:28 Mt 20:2, Dt 15:2, Ne 5:7, Ne 5:10, Ne 5:11, Ne 10:31, Es 58:3, Ez 45:9
Réciproques : Pr 28:3, Jr 34:16, Mt 6:12, Mt 10:29, Mt 22:19, Mc 6:37, Mc 12:15, Mc 14:5, Lc 7:41, Lc 15:8, Lc 20:24, Jn 6:7, Jc 2:13
17:29 Mt 18:26, Mt 6:12, Phm 1:18-19
Réciproques : 1S 25:24
17:30 1R 21:27-29, 1R 22:27
Réciproques : Dt 15:7, 2R 4:1, Pr 21:13, Lc 12:58
17:31 Ps 119:136, Ps 119:158, Jr 9:1, Mc 3:5, Lc 19:41, Rm 9:1-3, Rm 12:15, 2Co 11:21, He 13:3, Gn 37:2, Lc 14:21, He 13:17
Réciproques : 1Ch 19:5
17:32 Mt 25:26, Lc 19:22, Rm 3:19
Réciproques : Ex 34:7, Dt 15:15, Ec 7:22, Mi 6:8, Mt 24:48, 1Jn 4:11
17:33 Mt 5:44-45, Lc 6:35-36, Ep 4:32, Ep 5:1-2, Col 3:13
Réciproques : Ex 23:9, Dt 15:15, Ps 18:25, Ps 109:16, Lm 2:2, Jon 4:11, Za 11:6, Mt 5:7, Lc 10:33, 1P 3:8, 1Jn 4:11
17:34 Mt 5:25-26, Lc 12:58-59, 2Th 1:8-9, Ap 14:10-11
Réciproques : Es 47:11, Mt 6:12, Lc 7:42
17:35 Mt 6:12, Mt 6:14, Mt 6:15, Mt 7:1-2, Pr 21:13, Mc 11:26, Lc 6:37-38, Jc 2:13, Pr 21:2, Jr 3:10, Za 7:12, Lc 16:15, Jc 3:14, Jc 4:8, Ap 2:23
Réciproques : Gn 50:17, Ex 22:9, 2R 4:1, Mt 5:22, Mt 7:21, Mt 18:15, Lc 6:30, Lc 11:4, Lc 17:4
17:1 Mc 10:1, Jn 10:40
Réciproques : Mt 26:1
17:2 Mt 4:23-25, Mt 9:35-36, Mt 12:15, Mt 14:35-36, Mt 15:30-31, Mc 6:55-56
Réciproques : Mt 4:25, Mt 8:1
17:3 Mt 16:1, Mt 22:16-18, Mt 22:35, Mc 10:2, Mc 12:13, Mc 12:15, Lc 11:53-54, Jn 8:6, He 3:9, Mt 5:31-32, Ml 2:14-16
Réciproques : Gn 2:24, Ml 2:16, Mt 12:10, Mt 22:18, Mc 8:11, 1P 3:7
17:4 Mt 12:3, Mt 21:6, Mt 21:42, Mt 22:31, Mc 2:25, Mc 12:10, Mc 12:26, Lc 6:3, Lc 10:26, Gn 1:27, Gn 5:2, Ml 2:15
Réciproques : Gn 4:19, Dt 24:5, 1Ch 14:3, 2Ch 24:3, Mt 9:13, Mt 21:16, 1Co 14:20
17:5 Gn 2:21-24, Ps 45:10, Mc 10:5-9, Ep 5:31, Gn 34:3, Dt 4:4, Dt 10:20, Dt 11:22, 1S 18:1, 2S 1:26, 1R 11:2, Ps 63:8, Rm 12:9, 1Co 6:16, 1Co 7:2, 1Co 7:4
Réciproques : Gn 31:50, Dt 17:17, Jg 8:30, 1S 25:43, 1Ch 14:3, Mc 10:7, Ep 5:28
17:6 Pr 2:17, Ml 2:14, Mc 10:9, Rm 7:2, 1Co 7:10-14, Ep 5:28, He 13:4
Réciproques : Gn 31:50, Mc 10:7, Jn 8:5, 1Co 6:16
17:7 Mt 5:31, Dt 24:1-4, Es 50:1, Jr 3:8, Mc 10:4, Mt 1:19, Ml 2:16
Réciproques : Jn 5:45
17:8 Ps 95:8, Za 7:12, Ml 2:13-14, Mc 10:5, Mt 3:15, Mt 8:31, 1Co 7:6, Gn 2:24, Gn 7:7, Jr 6:16
Réciproques : Gn 4:19, Dt 22:19, 1S 1:2, 1S 25:43, 1Ch 14:3, Mt 5:32, Jn 5:45
17:9 Mt 5:32, Mc 10:11-12, Lc 16:18, 1Co 7:10-13, 1Co 7:39, 2Ch 21:11, Jr 3:8, Ez 16:8, Ez 16:15, Ez 16:29, 1Co 5:1, Gn 12:18-19, Gn 20:3, Jr 3:1, Rm 7:2-3, 1Co 7:4, 1Co 7:11, 1Co 7:39
Réciproques : Dt 22:19
17:10 Gn 2:18, Pr 5:15-19, Pr 18:22, Pr 19:13-14, Pr 21:9, Pr 21:19, 1Co 7:1-2, 1Co 7:8, 1Co 7:26-28, 1Co 7:32-35, 1Co 7:39, 1Co 7:40, 1Tm 4:3, 1Tm 5:11-15
17:11 1Co 7:2, 1Co 7:7, 1Co 7:9, 1Co 7:17, 1Co 7:35
Réciproques : 1Co 7:5
17:12 Es 39:7, Es 56:3-4, 1Co 7:32-38, 1Co 9:5, 1Co 9:15
Réciproques : Mt 5:29, 1Co 7:7, 1Co 7:17, 1Co 7:35
17:13 Mt 18:2-5, Gn 48:1, Gn 48:9-20, 1S 1:24, Ps 115:14-15, Jr 32:39, Mc 10:13, Lc 18:15, Ac 2:39, 1Co 7:14, Mt 16:22, Mt 20:31, Lc 9:49-50, Lc 9:54, Lc 9:55
Réciproques : Gn 48:14, Mc 10:48, Lc 9:47, Ac 9:17
17:14 Gn 17:7-8, Gn 17:24-26, Gn 21:4, Jg 13:7, 1S 1:11, 1S 1:22, 1S 1:24, 1S 2:18, Mc 10:14, Lc 18:16-17, Mt 11:25, Mt 18:3, 1Co 14:20, 1P 2:1-2
Réciproques : Mt 18:2, Mc 9:36
17:15 Es 40:11, Mc 10:16, 1Co 7:14, 2Tm 3:15
Réciproques : Gn 48:14, Mc 9:36
17:16 Mc 10:17, Lc 18:18, Lc 10:25, Jn 6:27-29, Ac 16:30, Mt 25:46, Dn 12:2, Jn 3:15, Jn 4:14, Jn 5:39, Jn 6:47, Jn 6:68, Jn 10:28, Jn 12:25, Jn 17:2-3, Rm 2:7, Rm 5:21, Rm 6:22-23, 1Tm 1:16, 1Tm 6:12, 1Tm 6:19, Tt 1:2, Tt 3:7, 1Jn 1:2, 1Jn 2:25, 1Jn 5:11-13, 1Jn 5:20, Jud 1:21
Réciproques : Mi 6:6, Ml 4:4, Mt 13:22, Mt 19:29, Jn 6:28, Rm 9:32
17:17 1S 2:2, Ps 52:1, Ps 145:7-9, Jc 1:17, 1Jn 4:8-10, 1Jn 4:16, Lv 18:5, Ez 20:11-12, Lc 10:26-28, Rm 10:5, Ga 3:11-13
Réciproques : Ps 106:1, Ps 107:1, Ps 119:68, Ps 135:3, Ml 2:9, Mt 18:9, Mc 10:18, Mc 10:19, Lc 10:28, Lc 18:20, Ac 11:24, Rm 2:23, Ga 3:12, 1P 3:10
17:18 Ga 3:10, Jc 2:10-11, Mt 5:21-28, Ex 20:12-17, Dt 5:16-21, Mc 10:19, Lc 18:20, Rm 13:8-10
Réciproques : Gn 44:8, Ex 20:15, Ex 23:1, Ml 2:9, Mc 12:28, Mc 12:31, Lc 18:11, Rm 13:9, Ga 5:14
17:19 Mt 15:4-6, Lv 19:3, Pr 30:17, Ep 6:1-2, Mt 22:39, Lv 19:18, Lc 10:27, Rm 13:9, Ga 5:14, Jc 2:8
Réciproques : Ml 1:6, Mt 5:43, Mc 12:31, Col 3:20
17:20 Mc 10:20, Lc 15:7, Lc 15:29, Lc 18:11-12, Lc 18:21, Jn 8:7, Rm 3:19-23, Rm 7:9, Ga 3:24, Ph 3:6, Mc 10:21, Lc 18:22
Réciproques : 1S 15:20, Jc 1:4
17:21 Mt 5:19-20, Mt 5:48, Gn 6:9, Gn 17:1, Jb 1:1, Ps 37:37, Lc 6:40, Ph 3:12-15, Mt 6:19-20, Mc 10:21, Lc 12:33, Lc 14:33, Lc 16:9, Lc 18:22, Ac 2:45, Ac 4:32-35, 1Tm 6:17-19, He 10:34, Mt 19:28, Mt 4:19, Mt 8:22, Mt 9:9, Mt 16:24, Mc 2:14, Mc 8:34, Mc 10:21, Lc 5:27, Lc 9:23, Lc 18:22, Jn 10:27, Jn 12:26
Réciproques : 1R 17:13, Ne 5:12, Pr 2:4, Pr 24:14, Ec 10:19, Mt 13:44, Lc 18:21, Jn 14:24, 1Co 2:6, Ph 3:20, 1Tm 6:19
17:22 Mt 13:22, Mt 14:9, Jg 18:23-24, Dn 6:14-17, Mc 6:26, Mc 10:22, Lc 18:23, Jn 19:12-16, Mt 6:24, Mt 16:26, Ps 17:14, Ez 33:31, Ep 5:5, Col 3:5
Réciproques : Rt 1:14, 1R 17:13, 2R 5:11, Ne 5:12, Pr 2:4, Lc 5:28, Jn 6:66, 1Tm 6:9
17:23 Mt 13:22, Dt 6:10-12, Dt 8:10-18, Jb 31:24-25, Ps 49:6-7, Ps 49:16-19, Pr 11:28, Pr 30:8-9, Mc 10:23, Lc 12:15-21, Lc 16:13-14, Lc 16:19-28, Lc 18:24, 1Co 1:26, 1Tm 6:9-10, Jc 1:9-11, Jc 2:6, Jc 5:1-4, Mt 5:20, Mt 18:3, Mt 21:31, Jn 3:3, Jn 3:5, Ac 14:22
Réciproques : Dt 6:11, Dt 17:17, Jr 5:5, Mt 5:18, Mt 18:9, Ac 17:20, 1Tm 6:17
17:24 Mt 19:26, Mt 23:24, Jr 13:23, Mc 10:24-25, Lc 18:25, Jn 5:44
Réciproques : Dt 6:11, Dt 17:17, Pr 2:19, Mt 7:21, Mt 18:9, Jn 21:25, Ac 14:22, Jc 5:1
17:25 Mt 24:22, Mc 13:20, Lc 13:23-24, Rm 10:13, Rm 11:5-7
Réciproques : Mc 10:24, Mc 10:25
17:26 Gn 18:14, Nb 11:23, Jb 42:2, Ps 3:8, Ps 62:11, Jr 32:27, Za 8:6, Mc 10:27, Lc 1:37, Lc 18:27
Réciproques : Gn 17:1, Gn 22:8, 1S 14:6, 1R 17:6, 1R 17:16, Dn 2:11, Mt 19:24, Rm 4:21
17:27 Mt 4:20-22, Mt 9:9, Dt 33:9, Mc 1:17-20, Mc 2:14, Mc 10:28, Lc 5:11, Lc 5:27, Lc 5:28, Lc 14:33, Lc 18:28, Ph 3:8, Mt 20:10-12, Lc 15:29, 1Co 1:29, 1Co 4:7
Réciproques : 1R 19:20, Mt 13:44, Mt 14:28, Mc 1:18, Lc 18:22
17:28 Es 65:17, Es 66:22, Ac 3:21, 2P 3:13, Ap 21:5, Mt 16:27, Mt 25:31, 2Th 1:7-10, Ap 20:11-15, Mt 20:21, Lc 22:28-30, 1Co 6:2-3, 2Tm 2:12, Ap 2:26-27, Ap 3:21, Ex 15:27, Ex 24:4, Ex 28:21, Lv 24:5, Js 3:12, 1R 18:31, Esd 6:17, Ap 7:4, Ap 12:1, Ap 21:12-14, Ap 22:2
Réciproques : Nb 24:11, 2R 11:19, 2Ch 9:19, 2Ch 18:9, Dn 7:22, Dn 12:3, Dn 12:13, Za 3:7, Mt 5:18, Mt 5:19, Mt 10:1, Mt 19:21, Lc 6:13, Lc 9:48, Lc 18:22, Lc 18:29, Lc 22:30, Jn 21:19, Ac 26:7, Jc 1:1, Jc 1:12, 1P 1:7, Ap 4:4, Ap 20:4
17:29 Mt 16:25, Mc 10:29-30, Lc 18:29-30, 1Co 2:9, Mt 8:21-22, Mt 10:37-38, Lc 14:26, 2Co 5:16, Ph 3:8, Mt 5:11, Mt 10:22, Lc 6:22, Jn 15:19, Ac 9:16, 1P 4:14, 3Jn 1:7, Mt 13:8, Mt 13:23, Mt 19:16, Mt 25:34, Mt 25:46
Réciproques : Gn 22:12, Ps 45:10, Ps 45:16, Pr 2:4, Ec 3:6, Jr 15:15, Mt 6:33, Mt 13:44, Mc 8:35, Lc 22:28, Jn 12:25, Ac 4:37, Rm 6:22, 1Co 6:9, Ga 6:8, 1Tm 4:8, 2Tm 2:12, He 9:15, Jc 1:12, 1P 3:9, 1P 3:14, Ap 20:2, Ap 21:7
17:30 Mt 8:11-12, Mt 20:16, Mt 21:31-32, Mc 10:31, Lc 7:29-30, Lc 13:30, Lc 18:13-14, Rm 5:20-21, Rm 9:30-33, Ga 5:7, He 4:1
Réciproques : Es 29:17, Mc 15:43, Lc 17:18, Jn 19:39, Ac 6:7, Ac 9:6, Ac 10:33, Ac 13:42, 2Tm 4:11

Notes de la Bible Stephanus 1550

Cette version n'a pas de note