Passage biblique L'affichage est limité à 200 versets. Vous pouvez restreindre la recherche en ajoutant des mots à la requête ou en limitant la plage de recherche dans la Bible.
Comparer
Matthieu 1-9Mt 1-9 (Stephanus 1550)
1 βίβλος γενέσεως ἰησοῦ χριστοῦ υἱοῦ δαβὶδ υἱοῦ ἀβραάμ 2 ἀβραὰμ ἐγέννησεν τὸν ἰσαάκ ἰσαὰκ δὲ ἐγέννησεν τὸν ἰακώβ ἰακὼβ δὲ ἐγέννησεν τὸν ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ 3 ἰούδας δὲ ἐγέννησεν τὸν φαρὲς καὶ τὸν ζαρὰ ἐκ τῆς θάμαρ φαρὲς δὲ ἐγέννησεν τὸν ἑσρώμ ἑσρὼμ δὲ ἐγέννησεν τὸν ἀράμ 4 ἀρὰμ δὲ ἐγέννησεν τὸν ἀμιναδάβ ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν ναασσών ναασσὼν δὲ ἐγέννησεν τὸν σαλμών 5 σαλμὼν δὲ ἐγέννησεν τὸν βοὸζ ἐκ τῆς ῥαχάβ βοὸζ δὲ ἐγέννησεν τὸν ὠβὴδ ἐκ τῆς ῥούθ ὠβὴδ δὲ ἐγέννησεν τὸν ἰεσσαί 6 ἰεσσαὶ δὲ ἐγέννησεν τὸν δαβὶδ τὸν βασιλέα δαβὶδ δὲ ὁ βασιλεὺς ἐγέννησεν τὸν σολομῶντα ἐκ τῆς τοῦ οὐρίου 7 σολομὼν δὲ ἐγέννησεν τὸν ῥοβοάμ ῥοβοὰμ δὲ ἐγέννησεν τὸν ἀβιά ἀβιὰ δὲ ἐγέννησεν τὸν ἀσά 8 ἀσὰ δὲ ἐγέννησεν τὸν ἰωσαφάτ ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν ἰωράμ ἰωρὰμ δὲ ἐγέννησεν τὸν ὀζίαν 9 ὀζίας δὲ ἐγέννησεν τὸν ἰωάθαμ ἰωάθαμ δὲ ἐγέννησεν τὸν ἄχαζ ἄχαζ δὲ ἐγέννησεν τὸν ἐζεκίαν 10 ἐζεκίας δὲ ἐγέννησεν τὸν μανασσῆ μανασσῆς δὲ ἐγέννησεν τὸν ἀμών ἀμὼν δὲ ἐγέννησεν τὸν ἰωσίαν 11 ἰωσίας δὲ ἐγέννησεν τὸν ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας βαβυλῶνος 12 μετὰ δὲ τὴν μετοικεσίαν βαβυλῶνος ἰεχονίας ἐγέννησεν τὸν σαλαθιήλ σαλαθιὴλ δὲ ἐγέννησεν τὸν ζοροβάβελ 13 ζοροβάβελ δὲ ἐγέννησεν τὸν ἀβιούδ ἀβιοὺδ δὲ ἐγέννησεν τὸν ἐλιακείμ ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν ἀζώρ 14 ἀζὼρ δὲ ἐγέννησεν τὸν σαδώκ σαδὼκ δὲ ἐγέννησεν τὸν ἀχείμ ἀχεὶμ δὲ ἐγέννησεν τὸν ἐλιούδ 15 ἐλιοὺδ δὲ ἐγέννησεν τὸν ἐλεάζαρ ἐλεάζαρ δὲ ἐγέννησεν τὸν ματθάν ματθὰν δὲ ἐγέννησεν τὸν ἰακώβ 16 ἰακὼβ δὲ ἐγέννησεν τὸν ἰωσὴφ τὸν ἄνδρα μαρίας ἐξ ἧς ἐγεννήθη ἰησοῦς ὁ λεγόμενος χριστός 17 πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ἀβραὰμ ἕως δαβὶδ γενεαὶ δεκατέσσαρες καὶ ἀπὸ δαβὶδ ἕως τῆς μετοικεσίας βαβυλῶνος γενεαὶ δεκατέσσαρες καὶ ἀπὸ τῆς μετοικεσίας βαβυλῶνος ἕως τοῦ χριστοῦ γενεαὶ δεκατέσσαρες 18 τοῦ δὲ ἰησοῦ χριστοῦ ἡ γέννησις οὕτως ἦν μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ μαρίας τῷ ἰωσὴφ πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου 19 ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν 20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων ἰωσὴφ υἱὸς δαβὶδ μὴ φοβηθῇς παραλαβεῖν μαριὰμ τὴν γυναῖκά σου τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἰησοῦν αὐτὸς γὰρ σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν 22 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος 23 ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ἐμμανουὴλ ὅ ἐστιν μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ φεός 24 διεγερθεὶς δὲ ὁ ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὑτοῦ 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ἰησοῦνMatthieu 2
1 τοῦ δὲ ἰησοῦ γεννηθέντος ἐν βηθλεὲμ τῆς ἰουδαίας ἐν ἡμέραις ἡρώδου τοῦ βασιλέως ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς ἱεροσόλυμα 2 λέγοντες ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν ἰουδαίων εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ 3 ἀκούσας δὲ ἡρώδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα ἱεροσόλυμα μετ᾽ αὐτοῦ 4 καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾽ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται 5 οἱ δὲ εἶπον αὐτῷ ἐν βηθλεὲμ τῆς ἰουδαίας οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου 6 καὶ σὺ βηθλεὲμ γῆ ἰούδα οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν ἰούδα ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ἰσραήλ 7 τότε ἡρώδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ᾽ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος 8 καὶ πέμψας αὐτοὺς εἰς βηθλεὲμ εἶπεν πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ 9 οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον 10 ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα 11 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εὗρον τὸ παιδίον μετὰ μαρίας τῆς μητρὸς αὐτοῦ καὶ πεσόντες προσεκύνησαν αὐτῷ καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὑτῶν προσήνεγκαν αὐτῷ δῶρα χρυσὸν καὶ λίβανον καὶ σμύρναν 12 καὶ χρηματισθέντες κατ᾽ ὄναρ μὴ ἀνακάμψαι πρὸς ἡρώδην δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὑτῶν 13 ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ᾽ ὄναρ τῷ ἰωσὴφ λέγων ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοί μέλλει γὰρ ἡρώδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό 14 ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς αἴγυπτον 15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς ἡρώδου ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος ἐξ αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου 16 τότε ἡρώδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν βηθλεὲμ καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων 17 τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ ἰερεμίου τοῦ προφήτου λέγοντος 18 φωνὴ ἐν ῥαμᾶ ἠκούσθη θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολὺς ῥαχὴλ κλαίουσα τὰ τέκνα αὑτῆς καὶ οὐκ ἤθελεν παρακληθῆναι ὅτι οὐκ εἰσίν 19 τελευτήσαντος δὲ τοῦ ἡρώδου ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ φαίνεται τῷ ἰωσὴφ ἐν αἰγύπτῳ 20 λέγων ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν ἰσραήλ τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου 21 ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν ἰσραήλ 22 ἀκούσας δὲ ὅτι ἀρχέλαος βασιλεύει ἐπὶ τῆς ἰουδαίας ἀντὶ ἡρώδου τοῦ πατρὸς αὐτοῦ ἐφοβήθη ἐκεῖ ἀπελθεῖν χρηματισθεὶς δὲ κατ᾽ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς γαλιλαίας 23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην ναζαρὲτ ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι ναζωραῖος κληθήσεταιMatthieu 3
1 ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς ἰουδαίας 2 καὶ λέγων μετανοεῖτε ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν 3 οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ὑπὸ ἡσαΐου τοῦ προφήτου λέγοντος φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ 4 αὐτὸς δὲ ὁ ἰωάννης εἶχεν τὸ ἔνδυμα αὑτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὑτοῦ ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον 5 τότε ἐξεπορεύετο πρὸς αὐτὸν ἱεροσόλυμα καὶ πᾶσα ἡ ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ ἰορδάνου 6 καὶ ἐβαπτίζοντο ἐν τῷ ἰορδάνῃ ὑπ᾽ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὑτῶν 7 ἰδὼν δὲ πολλοὺς τῶν φαρισαίων καὶ σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὑτοῦ εἶπεν αὐτοῖς γεννήματα ἐχιδνῶν τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς 8 ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας 9 καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς πατέρα ἔχομεν τὸν ἀβραάμ λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ φεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ ἀβραάμ 10 ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται 11 ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί 12 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθαριεῖ τὴν ἅλωνα αὑτοῦ καὶ συνάξει τὸν σῖτον αὑτοῦ εἰς τὴν ἀποθήκην τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ 13 τότε παραγίνεται ὁ ἰησοῦς ἀπὸ τῆς γαλιλαίας ἐπὶ τὸν ἰορδάνην πρὸς τὸν ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ 14 ὁ δὲ ἰωάννης διεκώλυεν αὐτὸν λέγων ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με 15 ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν πρὸς αὐτὸν ἄφες ἄρτι οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην τότε ἀφίησιν αὐτόν 16 καὶ βαπτισθεὶς ὁ ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ καὶ εἶδεν τὸ πνεῦμα τοῦ φεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν 17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησαMatthieu 4
1 τότε ὁ ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου 2 καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασεν 3 καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν εἰ υἱὸς εἶ τοῦ φεοῦ εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται 4 ὁ δὲ ἀποκριθεὶς εἶπεν γέγραπται οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος φεοῦ 5 τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ 6 καὶ λέγει αὐτῷ εἰ υἱὸς εἶ τοῦ φεοῦ βάλε σεαυτὸν κάτω γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου 7 ἕφη αὐτῷ ὁ ἰησοῦς πάλιν γέγραπται οὐκ ἐκπειράσεις κύριον τὸν φεόν σου 8 πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν 9 καὶ λέγει αὐτῷ ταῦτα πάντα σοι δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι 10 τότε λέγει αὐτῷ ὁ ἰησοῦς ὕπαγε σατανᾶ γέγραπται γὰρ κύριον τὸν φεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις 11 τότε ἀφίησιν αὐτὸν ὁ διάβολος καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ 12 ἀκούσας δὲ ὁ ἰησοῦς ὅτι ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν γαλιλαίαν 13 καὶ καταλιπὼν τὴν ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις ζαβουλὼν καὶ νεφθαλεὶμ 14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ἡσαΐου τοῦ προφήτου λέγοντος 15 γῆ ζαβουλὼν καὶ γῆ νεφθαλεὶμ ὁδὸν θαλάσσης πέραν τοῦ ἰορδάνου γαλιλαία τῶν ἐθνῶν 16 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς 17 ἀπὸ τότε ἤρξατο ὁ ἰησοῦς κηρύσσειν καὶ λέγειν μετανοεῖτε ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν 18 περιπατῶν δὲ ὁ ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς γαλιλαίας εἶδεν δύο ἀδελφοὺς σίμωνα τὸν λεγόμενον πέτρον καὶ ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν ἦσαν γὰρ ἁλιεῖς 19 καὶ λέγει αὐτοῖς δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων 20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ 21 καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφοὺς ἰάκωβον τὸν τοῦ ζεβεδαίου καὶ ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ πλοίῳ μετὰ ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὑτῶν καὶ ἐκάλεσεν αὐτούς 22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὑτῶν ἠκολούθησαν αὐτῷ 23 καὶ περιῆγεν ὅλην τὴν γαλιλαίαν ὁ ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ 24 καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν συρίαν καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικοὺς καὶ ἐθεράπευσεν αὐτούς 25 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς γαλιλαίας καὶ δεκαπόλεως καὶ ἱεροσολύμων καὶ ἰουδαίας καὶ πέραν τοῦ ἰορδάνουMatthieu 5
1 ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ 2 καὶ ἀνοίξας τὸ στόμα αὑτοῦ ἐδίδασκεν αὐτοὺς λέγων 3 μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν 4 μακάριοι οἱ πενθοῦντες ὅτι αὐτοὶ παρακληθήσονται 5 μακάριοι οἱ πρᾳεῖς ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν 6 μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην ὅτι αὐτοὶ χορτασθήσονται 7 μακάριοι οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθήσονται 8 μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται 9 μακάριοι οἱ εἰρηνοποιοὶ ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται 10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν 11 μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ 12 χαίρετε καὶ ἀγαλλιᾶσθε ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν 13 ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς ἐὰν δὲ τὸ ἅλας μωρανθῇ ἐν τίνι ἁλισθήσεται εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων 14 ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη 15 οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ 16 οὕτων λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς 17 μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι 18 ἀμὴν γὰρ λέγω ὑμῖν ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται 19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν 20 λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ φαρισαίων οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν 21 ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις οὐ φονεύσεις ὃς δ᾽ ἂν φονεύσῃ ἔνοχος ἔσται τῇ κρίσει 22 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὑτοῦ εἰκῆ ἔνοχος ἔσται τῇ κρίσει ὃς δ᾽ ἂν εἴπῃ τῷ ἀδελφῷ αὑτοῦ ῥακὰ ἔνοχος ἔσται τῷ συνεδρίῳ ὃς δ᾽ ἂν εἴπῃ μωρὲ ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός 23 ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ 24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου 25 Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ καὶ ὁ κριτής σε παραδῷ τῷ ὑπηρέτῃ καὶ εἰς φυλακὴν βληθήσῃ 26 ἀμὴν λέγω σοὶ οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην 27 ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις οὐ μοιχεύσεις 28 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ 29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν 30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν 31 ἐῤῥέθη δὲ ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὑτοῦ δότω αὐτῇ ἀποστάσιον 32 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὑτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχᾶσθαι καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται 33 πάλιν ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις οὐκ ἐπιορκήσεις ἀποδώσεις δὲ τῷ κυρίῳ τοὺς ὅρκους σου 34 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως μήτε ἐν τῷ οὐρανῷ ὅτι θρόνος ἐστὶν τοῦ φεοῦ 35 μήτε ἐν τῇ γῇ ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ μήτε εἰς ἱεροσόλυμα ὅτι πόλις ἐστὶν τοῦ μεγάλου βασιλέως 36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι 37 ἕστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί οὒ οὔ τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν 38 ἠκούσατε ὅτι ἐῤῥέθη ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος 39 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιάν σου σιαγόνα στρέψον αὐτῷ καὶ τὴν ἄλλην 40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον 41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἓν ὕπαγε μετ᾽ αὐτοῦ δύο 42 τῷ αἰτοῦντί σε δίδου καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς 43 ἠκούσατε ὅτι ἐῤῥέθη ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου 44 ἐγὼ δὲ λέγω ὑμῖν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς καλῶς ποιεῖτε τοὺς μισοῦντας ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς 45 ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ὅτι τὸν ἥλιον αὑτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους 46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς τίνα μισθὸν ἔχετε οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν 47 καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον τί περισσὸν ποιεῖτε οὐχὶ καὶ οἱ τελῶναι οὕτως ποιοῦσιν 48 ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὥσπερ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστινMatthieu 6
1 προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς εἰ δὲ μήγε μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς 2 ὅταν οὖν ποιῇς ἐλεημοσύνην μὴ σαλπίσῃς ἔμπροσθέν σου ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων ἀμὴν λέγω ὑμῖν ἀπέχουσιν τὸν μισθὸν αὑτῶν 3 σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου 4 ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ αὐτὸς ἀποδώσει σοι ἐν τῷ φανερῷ 5 καὶ ὅταν προσεύχῃ οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταὶ ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι ὅπως ἂν φανῶσιν τοῖς ἀνθρώποις ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσιν τὸν μισθὸν αὑτῶν 6 σὺ δὲ ὅταν προσεύχῃ εἴσελθε εἰς τὸ ταμιεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ 7 προσευχόμενοι δὲ μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοί δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὑτῶν εἰσακουσθήσονται 8 μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν 9 οὕτως οὖν προσεύχεσθε ὑμεῖς πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἁγιασθήτω τὸ ὄνομά σου 10 ἐλθέτω ἡ βασιλεία σου γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς 11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον 12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν 13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοῦς αἰῶνας ἀμήν 14 ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος 15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν 16 ὅταν δὲ νηστεύητε μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὑτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσιν τὸν μισθὸν αὑτῶν 17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι 18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ 19 μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσι 20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν 21 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν 22 ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται 23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστὶν τὸ σκότος πόσον 24 οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμμωνᾷ 25 διὰ τοῦτο λέγω ὑμῖν μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος 26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν 27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὑτοῦ πῆχυν ἕνα 28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει οὐ κοπιᾷ οὐδὲ νήθει 29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὑτοῦ περιεβάλετο ὡς ἓν τούτων 30 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ φεὸς οὕτως ἀμφιέννυσιν οὐ πολλῷ μᾶλλον ὑμᾶς ὀλιγόπιστοι 31 μὴ οὖν μεριμνήσητε λέγοντες τί φάγωμεν ἤ τί πίωμεν ἤ τί περιβαλώμεθα 32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων 33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν 34 μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆςMatthieu 7
1 μὴ κρίνετε ἵνα μὴ κριθῆτε 2 ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν 3 τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς 4 ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ σου καὶ ἰδού ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ 5 ὑποκριτά ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου 6 μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς 7 αἰτεῖτε καὶ δοθήσεται ὑμῖν ζητεῖτε καὶ εὑρήσετε κρούετε καὶ ἀνοιγήσεται ὑμῖν 8 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται 9 ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον μὴ λίθον ἐπιδώσει αὐτῷ 10 καὶ ἐὰν ἰχθὺν αἰτήσῃ μὴ ὄφιν ἐπιδώσει αὐτῷ 11 εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν 12 πάντα οὖν ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται 13 εἰσέλθετε διὰ τῆς στενῆς πύλης ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς 14 ὅτί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν 15 προσέχετε δέ ἀπὸ τῶν ψευδοπροφητῶν οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων ἔσωθεν δὲ εἰσιν λύκοι ἅρπαγες 16 ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν ἢ ἀπὸ τριβόλων σῦκα 17 οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ 18 οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν 19 πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται 20 ἄραγε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς 21 οὐ πᾶς ὁ λέγων μοι κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς 22 πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ κύριε κύριε οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν 23 καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι οὐδέποτε ἔγνων ὑμᾶς ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν 24 πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτοὺς ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν 25 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ καὶ οὐκ ἔπεσεν τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν 26 καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον 27 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ καὶ ἔπεσεν καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη 28 καὶ ἐγένετο ὅτε συνετέλεσεν ὁ ἰησοῦς τοὺς λόγους τούτους ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦMt 1-9 (Vulgate)
1 Liber generationis Jesu Christi filii David, filii Abraham. 2 Abraham genuit Isaac. Isaac autem genuit Jacob. Jacob autem genuit Judam, et fratres ejus. 3 Judas autem genuit Phares, et Zaram de Thamar. Phares autem genuit Esron. Esron autem genuit Aram. 4 Aram autem genuit Aminadab. Aminadab autem genuit Naasson. Naasson autem genuit Salmon. 5 Salmon autem genuit Booz de Rahab. Booz autem genuit Obed ex Ruth. Obed autem genuit Jesse. Jesse autem genuit David regem. 6 David autem rex genuit Salomonem ex ea quæ fuit Uriæ. 7 Salomon autem genuit Roboam. Roboam autem genuit Abiam. Abias autem genuit Asa. 8 Asa autem genuit Josaphat. Josaphat autem genuit Joram. Joram autem genuit Oziam. 9 Ozias autem genuit Joatham. Joatham autem genuit Achaz. Achaz autem genuit Ezechiam. 10 Ezechias autem genuit Manassen. Manasses autem genuit Amon. Amon autem genuit Josiam. 11 Josias autem genuit Jechoniam, et fratres ejus in transmigratione Babylonis. 12 Et post transmigrationem Babylonis : Jechonias genuit Salathiel. Salathiel autem genuit Zorobabel. 13 Zorobabel autem genuit Abiud. Abiud autem genuit Eliacim. Eliacim autem genuit Azor. 14 Azor autem genuit Sadoc. Sadoc autem genuit Achim. Achim autem genuit Eliud. 15 Eliud autem genuit Eleazar. Eleazar autem genuit Mathan. Mathan autem genuit Jacob. 16 Jacob autem genuit Joseph virum Mariæ, de qua natus est Jesus, qui vocatur Christus. 17 Omnes itaque generationes ab Abraham usque ad David, generationes quatuordecim : et a David usque ad transmigrationem Babylonis, generationes quatuordecim : et a transmigratione Babylonis usque ad Christum, generationes quatuordecim.18 Christi autem generatio sic erat : cum esset desponsata mater ejus Maria Joseph, antequam convenirent inventa est in utero habens de Spiritu Sancto.
19 Joseph autem vir ejus cum esset justus, et nollet eam traducere, voluit occulte dimittere eam.
20 Hæc autem eo cogitante, ecce angelus Domini apparuit in somnis ei, dicens : Joseph, fili David, noli timere accipere Mariam conjugem tuam : quod enim in ea natum est, de Spiritu Sancto est.
21 Pariet autem filium : et vocabis nomen ejus Jesum : ipse enim salvum faciet populum suum a peccatis eorum.
22 Hoc autem totum factum est, ut adimpleretur quod dictum est a Domino per prophetam dicentem :
23 Ecce virgo in utero habebit, et pariet filium : et vocabunt nomen ejus Emmanuel, quod est interpretatum Nobiscum Deus.
24 Exsurgens autem Joseph a somno, fecit sicut præcepit ei angelus Domini, et accepit conjugem suam.
25 Et non cognoscebat eam donec peperit filium suum primogenitum : et vocavit nomen ejus Jesum.
Matthieu 2
1 Cum ergo natus esset Jesus in Bethlehem Juda in diebus Herodis regis, ecce magi ab oriente venerunt Jerosolymam,2 dicentes : Ubi est qui natus est rex Judæorum ? vidimus enim stellam ejus in oriente, et venimus adorare eum.
3 Audiens autem Herodes rex, turbatus est, et omnis Jerosolyma cum illo.
4 Et congregans omnes principes sacerdotum, et scribas populi, sciscitabatur ab eis ubi Christus nasceretur.
5 At illi dixerunt : In Bethlehem Judæ : sic enim scriptum est per prophetam :
6 [Et tu Bethlehem terra Juda,
nequaquam minima es
in principibus Juda :
ex te enim exiet dux, qui regat populum meum Israël.]
7 Tunc Herodes clam vocatis magis diligenter didicit ab eis tempus stellæ, quæ apparuit eis :
8 et mittens illos in Bethlehem, dixit : Ite, et interrogate diligenter de puero : et cum inveneritis, renuntiate mihi, ut et ego veniens adorem eum.
9 Qui cum audissent regem, abierunt, et ecce stella, quam viderant in oriente, antecedebat eos, usque dum veniens staret supra, ubi erat puer.
10 Videntes autem stellam gavisi sunt gaudio magno valde.
11 Et intrantes domum, invenerunt puerum cum Maria matre ejus, et procidentes adoraverunt eum : et apertis thesauris suis obtulerunt ei munera, aurum, thus, et myrrham.
12 Et responso accepto in somnis ne redirent ad Herodem, per aliam viam reversi sunt in regionem suam.
13 Qui cum recessissent, ecce angelus Domini apparuit in somnis Joseph, dicens : Surge, et accipe puerum, et matrem ejus, et fuge in Ægyptum, et esto ibi usque dum dicam tibi. Futurum est enim ut Herodes quærat puerum ad perdendum eum.
14 Qui consurgens accepit puerum et matrem ejus nocte, et secessit in Ægyptum :
15 et erat ibi usque ad obitum Herodis : ut adimpleretur quod dictum est a Domino per prophetam dicentem : Ex Ægypto vocavi filium meum.
16 Tunc Herodes videns quoniam illusus esset a magis, iratus est valde, et mittens occidit omnes pueros, qui erant in Bethlehem, et in omnibus finibus ejus, a bimatu et infra secundum tempus, quod exquisierat a magis.
17 Tunc adimpletum est quod dictum est per Jeremiam prophetam dicentem :
18 [Vox in Rama audita est
ploratus, et ululatus multus :
Rachel plorans filios suos,
et noluit consolari, quia non sunt.]
19 Defuncto autem Herode, ecce angelus Domini apparuit in somnis Joseph in Ægypto,
20 dicens : Surge, et accipe puerum, et matrem ejus, et vade in terram Israël : defuncti sunt enim qui quærebant animam pueri.
21 Qui consurgens, accepit puerum, et matrem ejus, et venit in terram Israël.
22 Audiens autem quod Archelaus regnaret in Judæa pro Herode patre suo, timuit illo ire : et admonitus in somnis, secessit in partes Galilææ.
23 Et veniens habitavit in civitate quæ vocatur Nazareth : ut adimpleretur quod dictum est per prophetas : Quoniam Nazaræus vocabitur.
Matthieu 3
1 In diebus autem illis venit Joannes Baptista prædicans in deserto Judææ,2 et dicens : Pœnitentiam agite : appropinquavit enim regnum cælorum.
3 Hic est enim, qui dictus est per Isaiam prophetam dicentem : [Vox clamantis in deserto :
Parate viam Domini ;
rectas facite semitas ejus.]
4 Ipse autem Joannes habebat vestimentum de pilis camelorum, et zonam pelliceam circa lumbos suos : esca autem ejus erat locustæ, et mel silvestre.
5 Tunc exibat ad eum Jerosolyma, et omnis Judæa, et omnis regio circa Jordanem ;
6 et baptizabantur ab eo in Jordane, confitentes peccata sua.
7 Videns autem multos pharisæorum, et sadducæorum, venientes ad baptismum suum, dixit eis : Progenies viperarum, quis demonstravit vobis fugere a ventura ira ?
8 Facite ergo fructum dignum pœnitentiæ.
9 Et ne velitis dicere intra vos : Patrem habemus Abraham. Dico enim vobis quoniam potens est Deus de lapidibus istis suscitare filios Abrahæ.
10 Jam enim securis ad radicem arborum posita est. Omnis ergo arbor, quæ non facit fructum bonum, excidetur, et in ignem mittetur.
11 Ego quidem baptizo vos in aqua in pœnitentiam : qui autem post me venturus est, fortior me est, cujus non sum dignus calceamenta portare : ipse vos baptizabit in Spiritu Sancto, et igni.
12 Cujus ventilabrum in manu sua : et permundabit aream suam : et congregabit triticum suum in horreum, paleas autem comburet igni inextinguibili.
13 Tunc venit Jesus a Galilæa in Jordanem ad Joannem, ut baptizaretur ab eo.
14 Joannes autem prohibebat eum, dicens : Ego a te debeo baptizari, et tu venis ad me ?
15 Respondens autem Jesus, dixit ei : Sine modo : sic enim decet nos implere omnem justitiam. Tunc dimisit eum.
16 Baptizatus autem Jesus, confestim ascendit de aqua, et ecce aperti sunt ei cæli : et vidit Spiritum Dei descendentem sicut columbam, et venientem super se.
17 Et ecce vox de cælis dicens : Hic est Filius meus dilectus, in quo mihi complacui.
Matthieu 4
1 Tunc Jesus ductus est in desertum a Spiritu, ut tentaretur a diabolo.2 Et cum jejunasset quadraginta diebus, et quadraginta noctibus, postea esuriit.
3 Et accedens tentator dixit ei : Si Filius Dei es, dic ut lapides isti panes fiant.
4 Qui respondens dixit : Scriptum est : Non in solo pane vivit homo, sed in omni verbo, quod procedit de ore Dei.
5 Tunc assumpsit eum diabolus in sanctam civitatem, et statuit eum super pinnaculum templi,
6 et dixit ei : Si Filius Dei es, mitte te deorsum. Scriptum est enim : Quia angelis suis mandavit de te, et in manibus tollent te, ne forte offendas ad lapidem pedem tuum.
7 Ait illi Jesus : Rursum scriptum est : Non tentabis Dominum Deum tuum.
8 Iterum assumpsit eum diabolus in montem excelsum valde : et ostendit ei omnia regna mundi, et gloriam eorum,
9 et dixit ei : Hæc omnia tibi dabo, si cadens adoraveris me.
10 Tunc dicit ei Jesus : Vade Satana : Scriptum est enim : Dominum Deum tuum adorabis, et illi soli servies.
11 Tunc reliquit eum diabolus : et ecce angeli accesserunt, et ministrabant ei.
12 Cum autem audisset Jesus quod Joannes traditus esset, secessit in Galilæam :
13 et, relicta civitate Nazareth, venit, et habitavit in Capharnaum maritima, in finibus Zabulon et Nephthalim :
14 ut adimpleretur quod dictum est per Isaiam prophetam :
15 [Terra Zabulon, et terra Nephthalim,
via maris trans Jordanem,
Galilæa gentium :
16 populus, qui sedebat in tenebris,
vidit lucem magnam :
et sedentibus in regione umbræ mortis,
lux orta est eis.]
17 Exinde cœpit Jesus prædicare, et dicere : Pœnitentiam agite : appropinquavit enim regnum cælorum.
18 Ambulans autem Jesus juxta mare Galilææ, vidit duos fratres, Simonem, qui vocatur Petrus, et Andream fratrem ejus, mittentes rete in mare (erant enim piscatores),
19 et ait illis : Venite post me, et faciam vos fieri piscatores hominum.
20 At illi continuo relictis retibus secuti sunt eum.
21 Et procedens inde, vidit alios duos fratres, Jacobum Zebedæi, et Joannem fratrem ejus, in navi cum Zebedæo patre eorum, reficientes retia sua : et vocavit eos.
22 Illi autem statim relictis retibus et patre, secuti sunt eum.
23 Et circuibat Jesus totam Galilæam, docens in synagogis eorum, et prædicans Evangelium regni : et sanans omnem languorem, et omnem infirmitatem in populo.
24 Et abiit opinio ejus in totam Syriam, et obtulerunt ei omnes male habentes, variis languoribus, et tormentis comprehensos, et qui dæmonia habebant, et lunaticos, et paralyticos, et curavit eos :
25 et secutæ sunt eum turbæ multæ de Galilæa, et Decapoli, et de Jerosolymis, et de Judæa, et de trans Jordanem.
Matthieu 5
1 Videns autem Jesus turbas, ascendit in montem, et cum sedisset, accesserunt ad eum discipuli ejus,2 et aperiens os suum docebat eos dicens :
3 Beati pauperes spiritu : quoniam ipsorum est regnum cælorum.
4 Beati mites : quoniam ipsi possidebunt terram.
5 Beati qui lugent : quoniam ipsi consolabuntur.
6 Beati qui esuriunt et sitiunt justitiam : quoniam ipsi saturabuntur.
7 Beati misericordes : quoniam ipsi misericordiam consequentur.
8 Beati mundo corde : quoniam ipsi Deum videbunt.
9 Beati pacifici : quoniam filii Dei vocabuntur.
10 Beati qui persecutionem patiuntur propter justitiam : quoniam ipsorum est regnum cælorum.
11 Beati estis cum maledixerint vobis, et persecuti vos fuerint, et dixerint omne malum adversum vos mentientes, propter me :
12 gaudete, et exsultate, quoniam merces vestra copiosa est in cælis. Sic enim persecuti sunt prophetas, qui fuerunt ante vos.
13 Vos estis sal terræ. Quod si sal evanuerit, in quo salietur ? ad nihilum valet ultra, nisi ut mittatur foras, et conculcetur ab hominibus.
14 Vos estis lux mundi. Non potest civitas abscondi supra montem posita,
15 neque accendunt lucernam, et ponunt eam sub modio, sed super candelabrum, ut luceat omnibus qui in domo sunt.
16 Sic luceat lux vestra coram hominibus : ut videant opera vestra bona, et glorificent Patrem vestrum, qui in cælis est.
17 Nolite putare quoniam veni solvere legem aut prophetas : non veni solvere, sed adimplere.
18 Amen quippe dico vobis, donec transeat cælum et terra, jota unum aut unus apex non præteribit a lege, donec omnia fiant.
19 Qui ergo solverit unum de mandatis istis minimis, et docuerit sic homines, minimus vocabitur in regno cælorum : qui autem fecerit et docuerit, hic magnus vocabitur in regno cælorum.
20 Dico enim vobis, quia nisi abundaverit justitia vestra plus quam scribarum et pharisæorum, non intrabitis in regnum cælorum.
21 Audistis quia dictum est antiquis : Non occides : qui autem occiderit, reus erit judicio.
22 Ego autem dico vobis : quia omnis qui irascitur fratri suo, reus erit judicio. Qui autem dixerit fratri suo, raca : reus erit concilio. Qui autem dixerit, fatue : reus erit gehennæ ignis.
23 Si ergo offers munus tuum ad altare, et ibi recordatus fueris quia frater tuus habet aliquid adversum te :
24 relinque ibi munus tuum ante altare, et vade prius reconciliari fratri tuo : et tunc veniens offeres munus tuum.
25 Esto consentiens adversario tuo cito dum es in via cum eo : ne forte tradat te adversarius judici, et judex tradat te ministro : et in carcerem mittaris.
26 Amen dico tibi, non exies inde, donec reddas novissimum quadrantem.
27 Audistis quia dictum est antiquis : Non mœchaberis.
28 Ego autem dico vobis : quia omnis qui viderit mulierem ad concupiscendum eam, jam mœchatus est eam in corde suo.
29 Quod si oculus tuus dexter scandalizat te, erue eum, et projice abs te : expedit enim tibi ut pereat unum membrorum tuorum, quam totum corpus tuum mittatur in gehennam.
30 Et si dextra manus tua scandalizat te, abscide eam, et projice abs te : expedit enim tibi ut pereat unum membrorum tuorum, quam totum corpus tuum eat in gehennam.
31 Dictum est autem : Quicumque dimiserit uxorem suam, det ei libellum repudii.
32 Ego autem dico vobis : quia omnis qui dimiserit uxorem suam, excepta fornicationis causa, facit eam mœchari : et qui dimissam duxerit, adulterat.
33 Iterum audistis quia dictum est antiquis : Non perjurabis : reddes autem Domino juramenta tua.
34 Ego autem dico vobis, non jurare omnino, neque per cælum, quia thronus Dei est :
35 neque per terram, quia scabellum est pedum ejus : neque per Jerosolymam, quia civitas est magni regis :
36 neque per caput tuum juraveris, quia non potes unum capillum album facere, aut nigrum.
37 Sit autem sermo vester, est, est : non, non : quod autem his abundantius est, a malo est.
38 Audistis quia dictum est : Oculum pro oculo, et dentem pro dente.
39 Ego autem dico vobis, non resistere malo : sed si quis te percusserit in dexteram maxillam tuam, præbe illi et alteram :
40 et ei, qui vult tecum judicio contendere, et tunicam tuam tollere, dimitte ei et pallium :
41 et quicumque te angariaverit mille passus, vade cum illo et alia duo.
42 Qui petit a te, da ei : et volenti mutuari a te, ne avertaris.
43 Audistis quia dictum est : Diliges proximum tuum, et odio habebis inimicum tuum.
44 Ego autem dico vobis : diligite inimicos vestros, benefacite his qui oderunt vos, et orate pro persequentibus et calumniantibus vos :
45 ut sitis filii Patris vestri, qui in cælis est : qui solem suum oriri facit super bonos et malos : et pluit super justos et injustos.
46 Si enim diligitis eos qui vos diligunt, quam mercedem habebitis ? nonne et publicani hoc faciunt ?
47 Et si salutaveritis fratres vestros tantum, quid amplius facitis ? nonne et ethnici hoc faciunt ?
48 Estote ergo vos perfecti, sicut et Pater vester cælestis perfectus est.
Matthieu 6
1 Attendite ne justitiam vestram faciatis coram hominibus, ut videamini ab eis : alioquin mercedem non habebitis apud Patrem vestrum qui in cælis est.2 Cum ergo facis eleemosynam, noli tuba canere ante te, sicut hypocritæ faciunt in synagogis, et in vicis, ut honorificentur ab hominibus. Amen dico vobis, receperunt mercedem suam.
3 Te autem faciente eleemosynam, nesciat sinistra tua quid faciat dextera tua :
4 ut sit eleemosyna tua in abscondito, et Pater tuus, qui videt in abscondito, reddet tibi.
5 Et cum oratis, non eritis sicut hypocritæ qui amant in synagogis et in angulis platearum stantes orare, ut videantur ab hominibus : amen dico vobis, receperunt mercedem suam.
6 Tu autem cum oraveris, intra in cubiculum tuum, et clauso ostio, ora Patrem tuum in abscondito : et Pater tuus, qui videt in abscondito, reddet tibi.
7 Orantes autem, nolite multum loqui, sicut ethnici, putant enim quod in multiloquio suo exaudiantur.
8 Nolite ergo assimilari eis : scit enim Pater vester, quid opus sit vobis, antequam petatis eum.
9 Sic ergo vos orabitis : [Pater noster, qui es in cælis,
sanctificetur nomen tuum.
10 Adveniat regnum tuum ;
fiat voluntas tua, sicut in cælo et in terra.
11 Panem nostrum supersubstantialem da nobis hodie,
12 et dimitte nobis debita nostra,
sicut et nos dimittimus debitoribus nostris.
13 Et ne nos inducas in tentationem,
sed libera nos a malo. Amen.]
14 Si enim dimiseritis hominibus peccata eorum : dimittet et vobis Pater vester cælestis delicta vestra.
15 Si autem non dimiseritis hominibus : nec Pater vester dimittet vobis peccata vestra.
16 Cum autem jejunatis, nolite fieri sicut hypocritæ, tristes. Exterminant enim facies suas, ut appareant hominibus jejunantes. Amen dico vobis, quia receperunt mercedem suam.
17 Tu autem, cum jejunas, unge caput tuum, et faciem tuam lava,
18 ne videaris hominibus jejunans, sed Patri tuo, qui est in abscondito : et Pater tuus, qui videt in abscondito, reddet tibi.
19 Nolite thesaurizare vobis thesauros in terra : ubi ærugo, et tinea demolitur : et ubi fures effodiunt, et furantur.
20 Thesaurizate autem vobis thesauros in cælo, ubi neque ærugo, neque tinea demolitur, et ubi fures non effodiunt, nec furantur.
21 Ubi enim est thesaurus tuus, ibi est et cor tuum.
22 Lucerna corporis tui est oculus tuus. Si oculus tuus fuerit simplex, totum corpus tuum lucidum erit.
23 Si autem oculus tuus fuerit nequam, totum corpus tuum tenebrosum erit. Si ergo lumen, quod in te est, tenebræ sunt : ipsæ tenebræ quantæ erunt ?
24 Nemo potest duobus dominis servire : aut enim unum odio habebit, et alterum diliget : aut unum sustinebit, et alterum contemnet. Non potestis Deo servire et mammonæ.
25 Ideo dico vobis, ne solliciti sitis animæ vestræ quid manducetis, neque corpori vestro quid induamini. Nonne anima plus est quam esca, et corpus plus quam vestimentum ?
26 Respicite volatilia cæli, quoniam non serunt, neque metunt, neque congregant in horrea : et Pater vester cælestis pascit illa. Nonne vos magis pluris estis illis ?
27 Quis autem vestrum cogitans potest adjicere ad staturam suam cubitum unum ?
28 Et de vestimento quid solliciti estis ? Considerate lilia agri quomodo crescunt : non laborant, neque nent.
29 Dico autem vobis, quoniam nec Salomon in omni gloria sua coopertus est sicut unum ex istis.
30 Si autem fœnum agri, quod hodie est, et cras in clibanum mittitur, Deus sic vestit, quanto magis vos modicæ fidei ?
31 Nolite ergo solliciti esse, dicentes : Quid manducabimus, aut quid bibemus, aut quo operiemur ?
32 hæc enim omnia gentes inquirunt. Scit enim Pater vester, quia his omnibus indigetis.
33 Quærite ergo primum regnum Dei, et justitiam ejus : et hæc omnia adjicientur vobis.
34 Nolite ergo solliciti esse in crastinum. Crastinus enim dies sollicitus erit sibi ipsi : sufficit diei malitia sua.
Matthieu 7
1 Nolite judicare, ut non judicemini.2 In quo enim judicio judicaveritis, judicabimini : et in qua mensura mensi fueritis, remetietur vobis.
3 Quid autem vides festucam in oculo fratris tui, et trabem in oculo tuo non vides ?
4 aut quomodo dicis fratri tuo : Sine ejiciam festucam de oculo tuo, et ecce trabs est in oculo tuo ?
5 Hypocrita, ejice primum trabem de oculo tuo, et tunc videbis ejicere festucam de oculo fratris tui.
6 Nolite dare sanctum canibus : neque mittatis margaritas vestras ante porcos, ne forte conculcent eas pedibus suis, et conversi dirumpant vos.
7 Petite, et dabitur vobis : quærite, et invenietis : pulsate, et aperietur vobis.
8 Omnis enim qui petit, accipit : et qui quærit, invenit : et pulsanti aperietur.
9 Aut quis est ex vobis homo, quem si petierit filius suus panem, numquid lapidem porriget ei ?
10 aut si piscem petierit, numquid serpentem porriget ei ?
11 Si ergo vos, cum sitis mali, nostis bona data dare filiis vestris : quanto magis Pater vester, qui in cælis est, dabit bona petentibus se ?
12 Omnia ergo quæcumque vultis ut faciant vobis homines, et vos facite illis. Hæc est enim lex, et prophetæ.
13 Intrate per angustam portam : quia lata porta, et spatiosa via est, quæ ducit ad perditionem, et multi sunt qui intrant per eam.
14 Quam angusta porta, et arcta via est, quæ ducit ad vitam : et pauci sunt qui inveniunt eam !
15 Attendite a falsis prophetis, qui veniunt ad vos in vestimentis ovium, intrinsecus autem sunt lupi rapaces :
16 a fructibus eorum cognoscetis eos. Numquid colligunt de spinis uvas, aut de tribulis ficus ?
17 Sic omnis arbor bona fructus bonos facit : mala autem arbor malos fructus facit.
18 Non potest arbor bona malos fructus facere : neque arbor mala bonos fructus facere.
19 Omnis arbor, quæ non facit fructum bonum, excidetur, et in ignem mittetur.
20 Igitur ex fructibus eorum cognoscetis eos.
21 Non omnis qui dicit mihi, Domine, Domine, intrabit in regnum cælorum : sed qui facit voluntatem Patris mei, qui in cælis est, ipse intrabit in regnum cælorum.
22 Multi dicent mihi in illa die : Domine, Domine, nonne in nomine tuo prophetavimus, et in nomine tuo dæmonia ejecimus, et in nomine tuo virtutes multas fecimus ?
23 Et tunc confitebor illis : Quia numquam novi vos : discedite a me, qui operamini iniquitatem.
24 Omnis ergo qui audit verba mea hæc, et facit ea, assimilabitur viro sapienti, qui ædificavit domum suam supra petram,
25 et descendit pluvia, et venerunt flumina, et flaverunt venti, et irruerunt in domum illam, et non cecidit : fundata enim erat super petram.
26 Et omnis qui audit verba mea hæc, et non facit ea, similis erit viro stulto, qui ædificavit domum suam super arenam :
27 et descendit pluvia, et venerunt flumina, et flaverunt venti, et irruerunt in domum illam, et cecidit, et fuit ruina illius magna.
28 Et factum est : cum consummasset Jesus verba hæc, admirabantur turbæ super doctrina ejus.
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées